Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.41.1-5.41.6

阿拉伯南方诸岛与伊埃拉岛的香料

第 363 段,共 406 段 · 希腊语

内容简介

作者叙述了位于东方并邻接格德罗西亚的阿拉伯南方的岛屿,详细介绍了这些岛屿的肥沃、出产大量乳香和没药的伊埃拉岛,以及这些香料树木的自然特征。

§5.41.1ἐπεὶ δὲ περὶ τῆς πρὸς ἑσπέραν κεκλιμένης χώρας καὶ τῆς πρὸς τὰς ἄρκτους νενευκυίας, ἔτι δὲ τῶν κατὰ τὸν ὠκεανὸν νήσων διεξήλθομεν, ἐν μέρει διέξιμεν περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων τῶν ἐν ὠκεανῷ τῆς Ἀραβίας τῆς πρὸς ἀνατολὴν κεκλιμένης καὶ προσοριζούσης τῇ καλουμένῃ Κεδρωσίᾳ.
既然我们已经论述了偏向西方和倾于北方的土地,以及大洋中的岛屿,我们将依次论述大洋南方、位于偏向东方并与所谓的格德罗西亚相邻的阿拉伯沿岸的岛屿。
§5.41.2ἡ μὲν γὰρ χώρα πολλαῖς κώμαις καὶ πόλεσιν ἀξιολόγοις κατοικεῖται, καὶ τούτων αἱ μὲν ἐπὶ χωμάτων ἀξιολόγων κεῖνται, αἱ δʼ ἐπὶ γεωλόφων ἢ πεδίων καθίδρυνται· ἔχουσι δʼ αὐτῶν αἱ μέγισται βασίλεια κατεσκευασμένα πολυτελῶς, πλῆθος οἰκητόρων ἔχοντα καὶ κτήσεις ἱκανάς.
因为这片土地上有许多村庄和著名的城市,在这些城市中,有的坐落在显著的高土堆上,有的则建在丘陵或平原上;其中最大的城市拥有建造奢华的王宫,并有大量的居民和充足的财产。
§5.41.3πᾶσα δʼ αὐτῶν ἡ χώρα γέμει θρεμμάτων παντοδαπῶν, καρποφοροῦσα καὶ νομὰς ἀφθόνους παρεχομένη τοῖς βοσκήμασι· ποταμοί τε πολλοὶ διαρρέοντες ἐν αὐτῇ πολλὴν ἀρδεύουσι χώραν, συνεργοῦντες πρὸς τελείαν αὔξησιν τῶν καρπῶν.
他们的整片土地都充满了各种牲畜,出产果实并为群畜提供丰美的牧草;流经其中的许多河流灌溉了大量的土地,共同促进了作物的完全成熟。
διὸ καὶ τῆς Ἀραβίας ἡ πρωτεύουσα τῇ ἀρετῇ προσηγορίαν ἔλαβεν οἰκείαν, εὐδαίμων ὀνομασθεῖσα.
因此,就其优越性而言在阿拉伯占首位的地区得到了一个相称的名称,被命名为“幸福的”。
§5.41.4ταύτης δὲ κατὰ τὰς ἐσχατιὰς τῆς παρωκεανίτιδος χώρας κατʼ ἀντικρὺ νῆσοι κεῖνται πλείους, ὧν τρεῖς εἰσιν ἄξιαι τῆς ἱστορικῆς ἀναγραφῆς, μία μὲν ἡ προσαγορευομένη Ἱερά, καθʼ ἣν οὐκ ἔξεστι τοὺς τετελευτηκότας θάπτειν, ἑτέρα δὲ πλησίον ταύτης, ἀπέχουσα σταδίους ἑπτά, εἰς ἣν κομίζουσι τὰ σώματα τῶν ἀποθανόντων ταφῆς ἀξιοῦντες.
在这片临大洋土地的边缘对面,坐落着几座岛屿,其中有三座值得载入史册:一座是被称为“伊埃拉”的岛,在那里不允许埋葬死者;另一座在它附近,相距七斯塔迪翁,人们将死者的遗体运到那里以求安葬。
ἡ δʼ οὖν Ἱερὰ τῶν μὲν ἄλλων καρπῶν ἄμοιρός ἐστι, φέρει δὲ λιβανωτοῦ τοσοῦτο πλῆθος, ὥστε διαρκεῖν καθʼ ὅλην τὴν οἰκουμένην πρὸς τὰς τῶν θεῶν τιμάς· ἔχει δὲ καὶ σμύρνης πλῆθος διάφορον καὶ τῶν ἄλλων θυμιαμάτων παντοδαπὰς φύσεις, παρεχομένας πολλὴν εὐωδίαν.
无论如何,伊埃拉岛虽然不产其他作物,却出产如此大量的乳香,以至于足够全世界供奉神明之用;它还出产大量优质的没药以及其他各种香料,散发出浓郁的香气。
§5.41.5ἡ δὲ φύσις ἐστὶ τοῦ λιβανωτοῦ καὶ ἡ κατασκευὴ τοιάδε· δένδρον ἐστὶ τῷ μὲν μεγέθει μικρόν, τῇ δὲ προσόψει τῇ ἀκάνθῃ τῇ Αἰγυπτίᾳ τῇ λευκῇ παρεμφερές, τὰ δὲ φύλλα τοῦ δένδρου ὅμοια τῇ ὀνομαζομένῃ ἰτέᾳ, καὶ τὸ ἄνθος ἐπʼ αὐτῷ φύεται χρυσοειδές, ὁ δὲ λιβανωτὸς γινόμενος ἐξ αὐτοῦ ὀπίζεται ὡς ἂν δάκρυον.
乳香的性状和采集方式如下:其树木体积较小,外表类似于埃及的白洋槐,树叶类似于所谓的柳树,树上开着金黄色的花;从中产出的乳香像眼泪一样渗出。
§5.41.6τὸ δὲ τῆς σμύρνης δένδρον ὅμοιόν ἐστι τῇ σχίνῳ, τὸ δὲ φύλλον ἔχει λεπτότερον καὶ πυκνότερον.
没药树类似于乳香黄连木,但叶子更细且更密。
ὀπίζεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν, καὶ ὅσα μὲν αὐτῶν ἐν ἀγαθῇ γῇ πέφυκεν, ἐκ τούτων γίνεται δὶς τοῦ ἐνιαυτοῦ, ἔαρος καὶ θέρους· καὶ ὁ μὲν πυρρὸς ἐαρινὸς ὑπάρχει διὰ τὰς δρόσους, ὁ δὲ λευκὸς θερινός ἐστι.
它是通过掘开根部的泥土而渗出来的,在肥沃土地上生长的那些树每年可以采集两次,即在春季和夏季;红色的由于露水而属于春季,白色的则属于夏季。
τοῦ δὲ παλιούρου συλλέγουσι τὸν καρπόν, καὶ χρῶνται βρωτοῖς καὶ ποτοῖς καὶ πρὸς τὰς κοιλίας τὰς ῥεούσας φαρμάκῳ.
他们还采集滨枣的果实,用作食物和饮料,并作为治疗腹泻的药物。

词汇与语法注释

  1. §5.41.1τῆς Ἀραβίας τῆς πρὸς ἀνατολὴν κεκλιμένης καὶ προσοριζούσης τῇ καλουμένῃ Κεδρωσίᾳ — 属格 `τῆς Ἀραβίας` 修饰前方的名词短语 `τῶν κατὰ τὴν μεσημβρίαν νήσων τῶν ἐν ὠκεανῷ`,表示这些大洋南方的岛屿位于阿拉伯沿岸,而阿拉伯本身被描述为向东延伸并与格德罗西亚相邻。
  2. §5.41.3τῆς Ἀραβίας ἡ πρωτεύουσα τῇ ἀρετῇ — 名词化的阴性分词 `ἡ πρωτεύουσα` 意为“占第一位/最优秀的部分”,受表示方面/尊重与格的 `τῇ ἀρετῇ`(在优秀/肥沃方面)所限定。该短语指代阿拉伯最肥沃的地区,即历史上的“幸福的阿拉伯”(Arabia Felix)。
  3. §5.41.5ὡς ἂν δάκρυον — 连词 `ὡς` 与语气词 `ἄν` 结合,增强了假设性比喻(“仿佛是眼泪一般”),暗示省略了潜在的希求法或直说法的动词表达。
  4. §5.41.6ὀπίζεται δὲ περισκαφείσης τῆς γῆς ἀπὸ τῶν ῥιζῶν — 短语 `περισκαφείσης τῆς γῆς` 是属格独立结构(Genitive Absolute),表示没药从根部渗出时的手段或条件(“当根部的泥土被掘开时”)。
  5. §5.41.6πρὸς τὰς κοιλίας τὰς ῥεούσας — 字面意思是“针对流动的肚子”,是古典医学文献中用来指代腹泻(diarrhea)的惯用表达方式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.41.1-5.41.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.41.1-5.41.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。