§5.42.1διῄρηται δὲ τοῖς ἐγχωρίοις ἡ χώρα, καὶ ταύτης ὁ βασιλεὺς λαμβάνει τὴν κρατίστην, καὶ τῶν καρπῶν τῶν γινομένων ἐν τῇ νήσῳ δεκάτην λαμβάνει.
土地は住民たちの間で分割されており、王はそのうちの最上の部分を受け取り、また島で生産される収穫物の十分の一を受け取る。
τὸ δὲ πλάτος τῆς νήσου φασὶν εἶναι σταδίων ὡς διακοσίων.
島の幅は約二百スタディオンであると言われている。
§5.42.2κατοικοῦσι δὲ τὴν νῆσον οἱ καλούμενοι Παγχαῖοι, καὶ τόν τε λιβανωτὸν καὶ τὴν σμύρναν κομίζουσιν εἰς τὸ πέραν καὶ πωλοῦσι τοῖς τῶν Ἀράβων ἐμπόροις, παρʼ ὧν ἄλλοι τὰ φορτία ὠνούμενοι διακομίζουσιν εἰς τὴν Φοινίκην καὶ Κοίλην Συρίαν, ἔτι δʼ Αἴγυπτον, τὸ δὲ τελευταῖον ἐκ τούτων τῶν τόπων ἔμποροι διακομίζουσιν εἰς πᾶσαν τὴν οἰκουμένην.
島にはいわゆるパンカイア人が住んでおり、彼らは乳香と没薬の両方を対岸に運んでアラビア人の商人に売り、彼らから他の者たちが貨物を買い取ってフェニキアやコイレ・シリア、さらにはエジプトへと運び、最終的にはこれらの土地から商人が人が住む世界全体へと運ぶのである。
§5.42.3ἔστι δὲ καὶ ἄλλη νῆσος μεγάλη, τῆς προειρημένης ἀπέχουσα σταδίους τριάκοντα, εἰς τὸ πρὸς ἕω μέρος τοῦ ὠκεανοῦ κειμένη, τῷ μήκει πολλῶν τινων σταδίων·
また、別の大きな島があり、前述の島から三十スタディオン離れ、大洋の東の部分に位置しており、その長さはかなりのスタディオンに及ぶ。
ἀπὸ γὰρ τοῦ πρὸς ἀνατολὰς ἀνήκοντος ἀκρωτηρίου φασὶ θεωρεῖσθαι τὴν Ἰνδικὴν ἀέριον διὰ τὸ μέγεθος τοῦ §5.42.4διαστήματος.
東に伸びる岬からは、その隔たりの大きさのために、インドが空中の霧のように見えると言われているからである。
ἔχει δʼ ἡ Παγχαία κατʼ αὐτὴν πολλὰ τῆς ἱστορικῆς ἀναγραφῆς ἄξια.
パンカイアは自らのうちに歴史に記録するに値する多くのものを有している。
κατοικοῦσι δʼ αὐτὴν αὐτόχθονες μὲν οἱ Παγχαῖοι λεγόμενοι, ἐπήλυδες δʼ Ὠκεανῖται καὶ Ἰνδοὶ καὶ Σκύθαι καὶ Κρῆτες.
そこに住むのは、先住民としては、いわゆるパンカイア人であり、移住者としては、大洋の住民、インド人、スキタイ人、クレタ人である。
§5.42.5πόλις δʼ ἔστιν ἀξιόλογος ἐν αὐτῇ, προσαγορευομένη μὲν Πανάρα, εὐδαιμονίᾳ δὲ διαφέρουσα.
そこにはパナラと呼ばれる注目すべき都市があり、その繁栄において抜きん出ている。
οἱ δὲ ταύτην οἰκοῦντες καλοῦνται μὲν ἱκέται τοῦ Διὸς τοῦ Τριφυλίου, μόνοι δʼ εἰσὶ τῶν τὴν Παγχαίαν χώραν οἰκούντων αὐτόνομοι καὶ ἀβασίλευτοι.
ここに住む人々はトリピュリオス・ゼウスの嘆願者と呼ばれ、パンカイアの土地に住む者たちの中で、唯一自治を行い王を持たない。
ἄρχοντας δὲ καθιστᾶσι κατʼ ἐνιαυτὸν τρεῖς·
彼らは毎年三人の執政官を立てる。
οὗτοι δὲ θανάτου μὲν οὐκ εἰσὶ κύριοι, τὰ δὲ λοιπὰ πάντα διακρίνουσι· καὶ αὐτοὶ δὲ οὗτοι τὰ μέγιστα ἐπὶ τοὺς ἱερεῖς ἀναφέρουσιν.
彼らは死刑の権限は持たないが、その他のあらゆる事柄を裁き、彼ら自身も最重要の事柄は神官たちに委ねる。
§5.42.6ἀπὸ δὲ ταύτης τῆς πόλεως ἀπέχει σταδίους ὡς ἑξήκοντα ἱερὸν Διὸς Τριφυλίου, κείμενον μὲν ἐν χώρᾳ πεδιάδι, θαυμαζόμενον δὲ μάλιστα διά τε τὴν ἀρχαιότητα καὶ τὴν πολυτέλειαν τῆς κατασκευῆς καὶ τὴν τῶν τόπων εὐφυΐαν.
この都市から約六十スタディオン離れたところにトリピュリオス・ゼウスの神殿があり、平原の土地に位置し、その古さ、建設の贅沢さ、そしてその場所の自然の美しさのゆえに、とりわけ感嘆されている。