Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.43.1-5.43.3

三族宙斯神庙周边的富饶自然环境

第 365 段,共 406 段 · 希腊语

内容简介

描绘了班凯亚岛上三族宙斯神庙周围配得上神明的富饶自然美景,包括丰沛的泉水与渠道、茂密多样的树木、美丽的花草以及歌唱的鸟类。

§5.43.1τὸ μὲν οὖν περὶ τὸ ἱερὸν πεδίον συνηρεφές ἐστι παντοίοις δένδρεσιν, οὐ μόνον καρποφόροις, ἀλλὰ καὶ τοῖς ἄλλοις τοῖς δυναμένοις τέρπειν τὴν ὅρασιν· κυπαρίττων τε γὰρ ἐξαισίων τοῖς μεγέθεσι καὶ πλατάνων καὶ δάφνης καὶ μυρσίνης καταγέμει, πλήθοντος τοῦ τόπου ναματιαίων ὑδάτων.
因此,神庙周围的平原上郁郁葱葱地覆盖着各种树木,不仅有果树,还有其他能使视觉愉悦的树木;因为这里长满了大小惊人的柏树、悬铃木、月桂树和香桃木,该地溢满了泉水。
§5.43.2πλησίον γὰρ τοῦ τεμένους ἐκ τῆς γῆς ἐκπίπτει τηλικαύτη τὸ μέγεθος πηγὴ γλυκέος ὕδατος, ὥστε ποταμὸν ἐξ αὐτῆς γίνεσθαι πλωτόν· ἐκ τούτου δʼ εἰς πολλὰ μέρη τοῦ ὕδατος διαιρουμένου, καὶ τούτων ἀρδευομένων, κατὰ πάντα τὸν τοῦ πεδίου τόπον συνάγκειαι δένδρων ὑψηλῶν πεφύκασι συνεχεῖς, ἐν αἱς πλῆθος ἀνδρῶν ἐν τοῖς τοῦ θέρους καιροῖς ἐνδιατρίβει, ὀρνέων τε πλῆθος παντοδαπῶν ἐννεοττεύεται, ταῖς χρόαις διάφορα καὶ ταῖς μελῳδίαις μεγάλην παρεχόμενα τέρψιν, κηπεῖαί τε παντοδαπαὶ καὶ λειμῶνες πολλοὶ καὶ διάφοροι ταῖς χλόαις καὶ τοῖς ἄνθεσιν, ὥστε τῇ θεοπρεπείᾳ τῆς προσόψεως ἄξιον τῶν ἐγχωρίων θεῶν φαίνεσθαι.
在圣域附近,地上涌出了一口如此巨大的淡水泉,以至于从中形成了一条可通航的河流;由于水分从这条河中分流到许多地方,并灌溉了这些土地,平原的各处都自然生长着连绵不断的茂密高大树木,在夏天的时候,许多人在此消遣,各种各样的鸟类在此筑巢,它们的羽色各异,以其美妙的歌声带给人极大的愉悦;此外还有各种各样的庭园,以及许多在草叶和花朵上绚丽多彩的草地,以至于因其外观的神圣之美,这片土地显得配得上当地的神明。
§5.43.3ἦν δὲ καὶ τῶν φοινίκων στελέχη μεγάλα καὶ καρποφόρα διαφερόντως καὶ καρύαι πολλαὶ ἀκροδρύων δαψιλεστάτην τοῖς ἐγχωρίοις ἀπόλαυσιν παρεχόμεναι.
还有特别巨大且结果累累的椰枣树干,以及许多胡桃树,给当地居民提供了极丰盛的果实享受。
χωρὶς δὲ τούτων ὑπῆρχον ἄμπελοί τε πολλαὶ καὶ παντοδαπαί, αἳ πρὸς ὕψος ἀνηγμέναι καὶ διαπεπλεγμέναι ποικίλως τὴν πρόσοψιν ἡδεῖαν ἐποίουν καὶ τὴν ἀπόλαυσιν τῆς ὥρας ἑτοιμοτάτην παρείχοντο.
除此之外,还有许多各种各样的葡萄藤,它们向高处延伸,以各种方式交错缠绕,使外观显得十分宜人,并最便利地提供对时令果实的享受。

词汇与语法注释

  1. 5.43.1κυπαρίττων — 属格 κυπαρίττων、πλατάνων、δάφνης 和 μυρσίνης 受动词 καταγέμει(充满)的支配。
  2. 5.43.2τηλικαύτη τὸ μέγεθος — 宾格 τὸ μέγεθος 是关系宾格(表示方面),修饰与阴性名词 πηγή 一致的指示形容词 τηλικαύτη。
  3. 5.43.2ὥστε ποταμὸν ἐξ αὐτῆς γίνεσθαι πλωτόν — 紧接表示程度的 τηλικαύτη,连接词 ὥστε 引导带宾格加不定式结构的结果状语从句(主语为 ποταμὸν πλωτόν,动词为 γίνεσθαι)。
  4. 5.43.2τούτων ἀρδευομένων — 在独立属格结构 τούτων ἀρδευομένων 中,中性复数指示代词 τούτων 指代前文分流出的水路或受其灌溉的土地。
  5. 5.43.2ταῖς χρόαις διάφορα — 中性复数形容词 διάφορα 和分词 παρεχόμενα 在语法上与中性单数集合名词 πλῆθος(群)不一致,而是根据语意(ad sensum)与其属格补足语中性复数名词 ὀρνέων(鸟类)一致。
  6. 5.43.3ἦν — 动词 ἦν 为单数第三人称。虽然它在语法上与第一个主语中性复数名词 στελέχη 一致(古希腊语中中性复数主语通常接单数动词),但它同时也作为其后阴性复数名词 καρύαι 的谓语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.43.1-5.43.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.43.1-5.43.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。