Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.40.1-5.40.5

泰伦尼亚人的发明文化与奢靡生活

第 362 段,共 406 段 · 希腊语

内容简介

狄奥多罗斯叙述了泰伦尼亚人(伊特鲁里亚人)光辉的历史及各项文化发明(如军号、托加袍、列柱廊和雷电占卜),并描绘了他们如今因土地肥沃而过着的奢侈与怠惰的生活。

§5.40.1λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν.
我们还需要谈谈泰伦尼亚人。
οὗτοι γὰρ τὸ μὲν παλαιὸν ἀνδρείᾳ διενεγκόντες χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεις ἀξιολόγους καὶ πολλὰς ἔκτισαν.
因为他们在古代凭借勇气出类拔萃,征服了许多土地,并建立了许多著名城市。
ὁμοίως δὲ καὶ ναυτικαῖς δυνάμεσιν ἰσχύσαντες καὶ πολλοὺς χρόνους θαλαττοκρατήσαντες τὸ μὲν παρὰ τὴν Ἰταλίαν πέλαγος ἀφʼ ἑαυτῶν ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὰ δὲ κατὰ τὰς πεζὰς δυνάμεις ἐκπονήσαντες τήν τε σάλπιγγα λεγομένην ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰς τοὺς πολέμους, ἀπʼ ἐκείνων δʼ ὀνομασθεῖσαν Τυρρηνήν, τό τε περὶ τοὺς ἡγουμένους στρατηγοὺς ἀξίωμα κατεσκεύασαν, περιθέντες τοῖς ἡγουμένοις ῥαβδούχους καὶ δίφρον ἐλεφάντινον καὶ περιπόρφυρον τήβενναν, ἔν τε ταῖς οἰκίαις τὰ περίστῳα πρὸς τὰς τῶν θεραπευόντων ὄχλων ταραχὰς ἐξεῦρον εὐχρηστίαν·
同样地,由于他们在海军力量上十分强大,并长期称霸海洋,使得意大利附近的海洋因他们而被称为泰伦尼亚海。 他们还悉心发展陆军力量,发明了所谓的军号,这在战争中极为有用,并因他们而被命名为泰伦尼亚军号。 他们还确立了统帅将领的尊严,为他们的领袖配备了侍从、象牙椅和紫边托加袍。 在住宅中,他们还发明了列柱廊,作为应对侍从仆役嘈杂干扰的便利设施。
ὧν τὰ πλεῖστα Ῥωμαῖοι μιμησάμενοι καὶ πρὸς τὸ κάλλιον αὐξήσαντες μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν.
这些发明的大部分,罗马人都加以模仿,并将其发展得更加完美,移植到了自己的国家制度中。
§5.40.2γράμματα δὲ καὶ φυσιολογίαν καὶ θεολογίαν ἐξεπόνησαν ἐπὶ πλέον, καὶ τὰ περὶ τὴν κεραυνοσκοπίαν μάλιστα πάντων ἀνθρώπων ἐξειργάσαντο·
他们还进一步钻研了文字、自然学和神学,尤其在雷电观测学方面做出了超越所有人类的精深研究。
διὸ καὶ μέχρι τῶν νῦν χρόνων οἱ τῆς οἰκουμένης σχεδὸν ὅλης ἡγούμενοι θαυμάζουσί τε τοὺς ἄνδρας καὶ κατὰ τὰς ἐν τοῖς κεραυνοῖς διοσημείας τούτοις ἐξηγηταῖς χρῶνται.
因此,直到今天,几乎统治着整个已知世界的统治者们依然敬佩这些人,并在出现雷电天象时,将他们用作释兆官。
§5.40.3χώραν δὲ νεμόμενοι πάμφορον, καὶ ταύτην ἐξεργαζόμενοι, καρπῶν ἀφθονίαν ἔχουσιν οὐ μόνον πρὸς τὴν ἀρκοῦσαν διατροφήν, ἀλλὰ καὶ πρὸς ἀπόλαυσιν δαψιλῆ καὶ τρυφὴν ἀνήκουσαν.
他们占有着产物丰富的土地,并对其进行耕作,因此拥有极其丰饶的作物,不仅足够维持生计,还能用于丰盛的享受和过度的奢侈。
παρατίθενται γὰρ δὶς τῆς ἡμέρας τραπέζας πολυτελεῖς καὶ τἄλλα τὰ πρὸς τὴν ὑπερβάλλουσαν τρυφὴν οἰκεῖα, στρωμνὰς μὲν ἀνθεινὰς κατασκευάζοντες, ἐκπωμάτων δʼ ἀργυρῶν παντοδαπῶν πλῆθος καὶ τῶν διακονούντων οἰκετῶν οὐκ ὀλίγον ἀριθμὸν ἡτοιμακότες· καὶ τούτων οἱ μὲν εὐπρεπείᾳ διαφέροντές εἰσιν, οἱ δʼ ἐσθῆσι πολυτελεστέραις ἢ κατὰ δουλικὴν ἀξίαν κεκόσμηνται.
因为他们一天设摆两次奢侈的宴席,以及其他适合于过度奢侈的事物,备有花纹鲜艳的卧具,准备了大量各种各样的银质酒杯,以及数量不少的侍候仆役;而在这些仆役中,有的人容貌格外俊美,有的人则穿戴着比奴隶身份高贵得多的奢华服饰。
§5.40.4οἰκήσεις τε παντοδαπὰς ἰδιαζούσας ἔχουσι παρʼ αὐτοῖς οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ πλείους.
在他们那里,不仅仆役,而且大多数自由民也都拥有各种各样的私人住所。
καθόλου δὲ τὴν μὲν ἐκ παλαιῶν χρόνων παρʼ αὐτοῖς ζηλουμένην ἀλκὴν ἀποβεβλήκασιν, ἐν πότοις δὲ καὶ ῥᾳθυμίαις ἀνάνδροις βιοῦντες οὐκ ἀλόγως τὴν τῶν πατέρων δόξαν ἐν τοῖς πολέμοις ἀποβεβλήκασι.
然而,总的来说,他们已经丧失了自古以来在他们当中被推崇的勇武,生活在宴饮和懦弱的懒散中,因而理所当然地在战争中丧失了父辈的光荣。
§5.40.5συνεβάλετο δʼ αὐτοῖς πρὸς τὴν τρυφὴν οὐκ ἐλάχιστον καὶ ἡ τῆς χώρας ἀρετή· πάμφορον γὰρ καὶ παντελῶς εὔγειον νεμόμενοι παντὸς καρποῦ πλῆθος ἀποθησαυρίζουσιν.
而对他们的奢侈生活贡献不小的,还有土地的肥沃;因为他们占有着出产万物且完全肥沃的土地,储藏了大量的各种作物。
καθόλου γὰρ ἡ Τυρρηνία παντελῶς εὔγειος οὖσα πεδίοις ἀναπεπταμένοις ἐγκάθηται καὶ βουνοειδέσιν ἀναστήμασι τόπων διείληπται γεωργησίμοις· ὑγρὰ δὲ μετρίως ἐστὶν οὐ μόνον κατὰ τὴν χειμερινὴν ὥραν, ἀλλὰ καὶ κατὰ τὸν τοῦ θέρους καιρόν.
总的来说,泰伦尼亚完全是肥沃的,坐落在开阔的平原上,并被适合耕作的丘陵地带所分隔;它不仅在冬季,而且在夏季也保持着适度的湿润。

词汇与语法注释

  1. §5.40.1διενεγκόντες — 动词 διαφέρω 的第一不定过去时主动分词阳性复数主格。此处作状语,表示原因(“因为出类拔萃”)或时间(“在出类拔萃之后”),修饰主句动词 κατεκτήσαντο。与格 ἀνδρείᾳ 是关系与格(“在勇气方面”)。
  2. §5.40.1ἐποίησαν ... προσαγορευθῆναι — 使役句式。动词 ποιέω 后接宾格(τὸ ... πέλαγος)和被动不定式(προσαγορευθῆναι),意为“使[邻近意大利的]海被称为[泰伦尼亚海]”。
  3. §5.40.3ἀνήκουσαν — 动词 ἀνήκω(达到、及于)现在时主动分词阴性单数宾格。此处作定语修饰 τρυφήν,表示“超出限度的”、“极度的”,字面意思是“达到[过分程度]的”。
  4. §5.40.3ἢ κατὰ δουλικὴν ἀξίαν — 紧接在比较级形容词 πολυτελεστέραις 之后的比较句式。“ἤ + 介词 κατά + 宾格”表示“超出……的基准”,在此意为“超出了符合奴隶身份的程度(即极其华丽的衣服)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.40.1-5.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.40.1-5.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。