Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.39.1-5.39.8

利古里亚人的艰苦生活与风俗武装

第 361 段,共 406 段 · 希腊语

内容简介

作者转向描写利古里亚人,叙述了他们艰难的生存环境、繁重的日常劳作、通过狩猎补充食物的情况,以及他们惊人的强健体魄与古朴的生活方式。此外,他还探讨了他们轻便的军事装备以及为了贸易在恶劣条件下进行的冒险航海。

§5.39.1ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τοὺς Γαλάτας καὶ τοὺς Κελτίβηρας, ἔτι δʼ Ἴβηρας διήλθομεν, ἐπὶ τοὺς Λίγυας μεταβησόμεθα.
我们既然已经叙述了关于加拉提亚人、凯尔特伊比利亚人以及伊比利亚人的事情,接下来就转向对利古里亚人的描写。
οὗτοι γὰρ νέμονται μὲν χώραν τραχεῖαν καὶ παντελῶς λυπράν, τοῖς δὲ πόνοις καὶ ταῖς κατὰ τὴν λειτουργίαν συνεχέσι κακοπαθείαις ἐπίπονόν τινα βίον καὶ ἀτυχῆ ζῶσι.
因为这些人居住在一片崎岖且完全贫瘠的土地上,因劳作和在日常劳务中不断的艰辛而过着某种痛苦和不幸的生活。
§5.39.2καταδένδρου γὰρ τῆς χώρας οὔσης, οἱ μὲν αὐτῶν ὑλοτομοῦσι δι’ ὅλης τῆς ἡμέρας σιδηροφοροῦντες ἐνεργοὺς πελέκεις καὶ βαρεῖς, οἱ δὲ τὴν γῆν ἐργαζόμενοι τὸ πλέον πέτρας λατομοῦσι διὰ τὴν ὑπερβολὴν τῆς τραχύτητος· οὐδεμίαν γὰρ βῶλον τοῖς ἐργαλείοις ἀνασπῶσιν ἄνευ λίθου.
因为他们的土地树木茂密,他们中的一些人整天砍伐木材,携带着锋利而沉重的铁斧;而另一些耕作土地的人,由于土地极其崎岖,大部分时间是在开采石头;因为他们用工具掘出的泥土里,没有一块是不带石头的。
καὶ τοιαύτην ἔχοντες ἐν τοῖς ἔργοις κακοπάθειαν τῇ συνεχείᾳ περιγίνονται τῆς φύσεως, καὶ πολλὰ μοχθήσαντες ὀλίγους καρποὺς καὶ μόγις λαμβάνουσι.
尽管他们在劳作中承受着如此的艰辛,但他们凭借持续的劳作克服了自然的严酷,在辛勤劳作之后,只能艰难地收获寥寥无几的庄稼。
διὰ δὲ τὴν συνέχειαν τῶν γυμνασιῶν καὶ τὸ τῆς τροφῆς ἐλλιπὲς τοῖς σώμασιν ὑπάρχουσιν ἰσχνοὶ καὶ εὔτονοι.
由于持续不断的体力锻炼和食物的匮乏,他们的身体显得精瘦而强健。
πρὸς δὲ τὴν κακοπάθειαν ταύτην συνεργοὺς ἔχουσι τὰς γυναῖκας, εἰθισμένας ἐπʼ ἴσης τοῖς ἀνδράσιν ἐργάζεσθαι.
在这项艰苦的工作中,他们有妻子作为帮手,她们习惯于与男人平起平坐地劳作。
§5.39.3κυνηγίας δὲ ποιοῦνται συνεχεῖς, ἐν αἷς πολλὰ τῶν θηρίων χειρούμενοι τὴν ἐκ τῶν καρπῶν σπάνιν διορθοῦνται.
他们还进行不断的狩猎,在狩猎中通过捕获许多野兽来弥补作物的匮乏。
διόπερ ἐμβιοῦντες ὄρεσι χιονοβολουμένοις καὶ τραχύτητας ἀπίστους ὀρειβατεῖν εἰωθότες, εὔτονοι καὶ μυώδεις γίνονται τοῖς σώμασιν.
因此,由于他们生活在白雪皑皑的山中,习惯于攀登令人难以置信的险峻之地,他们的身体变得强健且肌肉发达。
§5.39.4ἔνιοι δὲ διὰ τὴν παρʼ αὐτοῖς σπανοκαρπίαν πίνουσι μὲν ὕδωρ, σαρκοφαγοῦσι δὲ τὰς τῶν ἡμέρων τε καὶ ἀγρίων ζῴων σάρκας καὶ τῶν ἀπὸ τῆς χώρας λαχάνων ἐμπίμπλανται, τὴν χώραν ἔχοντες ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσῳ.
有些人由于当地作物的匮乏,只喝水,吃家养和野生动物的肉,并以当地生长的蔬菜充饥,因为他们拥有的土地是众神中最受爱戴的德墨忒尔和狄奥尼索斯所未曾涉足的。
§5.39.5νυκτερεύουσι δʼ ἐπὶ τῆς χώρας σπανίως μὲν ἔν τισιν εὐτελέσιν ἐπαύλεσιν ἢ καλιαῖς, τὰ δὲ πολλὰ ἐν ταῖς κοίλαις πέτραις καὶ σπηλαίοις αὐτοφυέσι καὶ δυναμένοις σκέπην ἱκανὴν παρέχεσθαι.
他们在乡野过夜,极少在一些简陋的农舍或草屋里,而大多是在岩石缝隙和自然的洞穴中,这些地方能够提供足够的遮蔽。
§5.39.6ἀκολούθως δὲ τούτοις καὶ τἄλλα ποιοῦσι, διαφυλάττοντες τὸν ἀρχαῖον καὶ ἀκατάσκευον βίον.
与此相应,他们做其他事也是如此,保持着他们古老而简朴的生活方式。
καθόλου δʼ ἐν τοῖς τόποις αἱ μὲν γυναῖκες ἀνδρῶν, οἱ δʼ ἄνδρες θηρίων ἔχουσιν εὐτονίαν καὶ ἀλκήν.
总的来说,在这些地方,女人拥有男人的强健与力量,而男人则拥有野兽的强健与力量。
πολλάκις γοῦν φασιν ἐν ταῖς στρατείαις τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι.
据说,在多次军事征伐中,加拉提亚人中最魁梧的人在接受挑战进行单挑时,常常被一个极其精瘦的利古里亚人所杀。
§5.39.7ὁπλισμὸν δʼ ἔχουσιν οἱ Λίγυες ἐλαφρότερον τῶν Ῥωμαίων τῇ κατασκευῇ·
利古里亚人的装备在结构上比罗马人的要轻。
σκεπάζει γὰρ αὐτοὺς παραμήκης θυρεὸς εἰς τὸν Γαλατικὸν ῥυθμὸν δεδημιουργημένος καὶ χιτὼν συνειλημμένος ζωστῆρι, καὶ περιτίθενται θηρίων δορὰς καὶ ξίφος σύμμετρον· τινὲς δʼ αὐτῶν διὰ τὴν ἐπιμιξίαν τῆς Ῥωμαίων πολιτείας μετεσχημάτισαν τὸν ὁπλισμόν, ἐξομοιοῦντες ἑαυτοὺς τοῖς ἡγουμένοις.
防护他们的是按加拉提亚风格制作的长形盾牌,以及一条用腰带束紧的短袍,他们还披着野兽的皮,携带一把大小适中的剑;但他们中的有些人由于与罗马国家的交往,改变了他们的武器装备,使自己与统治者相一致。
§5.39.8θρασεῖς δʼ εἰσὶ καὶ γενναῖοι οὐ μόνον εἰς πόλεμον, ἀλλὰ καὶ πρὸς τὰς ἐν τῷ βίῳ περιστάσεις τὰς ἐχούσας δεινότητας.
他们不仅在战争中胆大勇敢,而且在面对生活中充满艰难险阻的境遇时也是如此。
ἐμπορευόμενοι γὰρ πλέουσι τὸ Σαρδόνιον καὶ τὸ Λιβυκὸν πέλαγος, ἑτοίμως ἑαυτοὺς ῥιπτοῦντες εἰς ἀβοηθήτους κινδύνους· σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις ὑπομένουσι τὰς ἐκ τῶν χειμώνων φοβερωτάτας περιστάσεις καταπληκτικῶς.
因为他们进行贸易,航行在撒丁海和利比亚海,甘愿让自己身处无法营救的危险之中;因为他们使用的船只比木筏还要简陋,且极少配备其他对船只有用的装备,却能以惊人的毅力忍受风暴带来的最可怕的境况。

词汇与语法注释

  1. 5.39.2τῇ συνεχείᾳ περιγίνονται τῆς φύσεως — 动词 περιγίγνομαι(“战胜”、“克服”)支配属格,在此处为 τῆς φύσεως(“自然”)。与格 τῇ συνεχείᾳ(“凭着坚持”、“持续的劳作”)起着手段或方式与格的作用。
  2. 5.39.4ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσῳ — 形容词 ἄβατος(“未曾涉足的”、“无法进入的”)接与格(在此为神的名字)。德墨忒尔和狄奥尼索斯分别代表谷物(面包)和葡萄(美酒),此句通过转喻的修辞手法,表明他们的土地完全贫瘠,不适合种植这些主要的农作物。
  3. 5.39.6τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι — 这是主句动词 φασιν(“他们说”)的“对格加不定式”(AcI)间接引语结构。不定式从句的主语是 τὸν μέγιστον(对格),其谓语是不定式被动完成式 ἀνῃρῆσθαι(源自 ἀναιρέω,“杀害”、“毁灭”)。行为者由 ὑπό 结合属格(Λίγυος ἰσχνοῦ)表示,过去时分词 μονομαχήσαντα 与 τὸν μέγιστον 一致。
  4. 5.39.8σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις — 与格 σκάφεσι(“船只”)是分词 χρώμενοι(“使用”)的宾语。修饰 σκάφεσι 的有两个并列成分:带有比较属格 τῶν σχεδιῶν(“比木筏还简陋”)的比较级形容词 εὐτελεστέροις,以及完成式分词 κατεσκευασμένοις(“装备的”)。与格短语 τοῖς ἄλλοις... 作关系或方面与格,修饰该分词(“在其他对船只实用的装备方面最不完备”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.39.1-5.39.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.39.1-5.39.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。