§5.40.1λείπεται δʼ ἡμῖν εἰπεῖν περὶ τῶν Τυρρηνῶν.
私たちにはテュレーニア人について語ることが残されている。
οὗτοι γὰρ τὸ μὲν παλαιὸν ἀνδρείᾳ διενεγκόντες χώραν πολλὴν κατεκτήσαντο καὶ πόλεις ἀξιολόγους καὶ πολλὰς ἔκτισαν.
というのも、彼らは古くは勇気において傑出しており、多くの土地を征服し、数多くの注目すべき都市を創建したからである。
ὁμοίως δὲ καὶ ναυτικαῖς δυνάμεσιν ἰσχύσαντες καὶ πολλοὺς χρόνους θαλαττοκρατήσαντες τὸ μὲν παρὰ τὴν Ἰταλίαν πέλαγος ἀφʼ ἑαυτῶν ἐποίησαν Τυρρηνικὸν προσαγορευθῆναι, τὰ δὲ κατὰ τὰς πεζὰς δυνάμεις ἐκπονήσαντες τήν τε σάλπιγγα λεγομένην ἐξεῦρον, εὐχρηστοτάτην μὲν εἰς τοὺς πολέμους, ἀπʼ ἐκείνων δʼ ὀνομασθεῖσαν Τυρρηνήν, τό τε περὶ τοὺς ἡγουμένους στρατηγοὺς ἀξίωμα κατεσκεύασαν, περιθέντες τοῖς ἡγουμένοις ῥαβδούχους καὶ δίφρον ἐλεφάντινον καὶ περιπόρφυρον τήβενναν, ἔν τε ταῖς οἰκίαις τὰ περίστῳα πρὸς τὰς τῶν θεραπευόντων ὄχλων ταραχὰς ἐξεῦρον εὐχρηστίαν·
同様に、海軍力においても強大であり、長きにわたり海を支配したため、イタリアに隣接する海を自分たちにちなんでテュレーニア海と呼ばせしめた。 また、陸上戦力に関する事柄を練り上げ、いわゆるラッパを発明した。 これは戦争において極めて有用なものであり、彼らにちなんでテュレーニア・トランペットと名付けられた。 さらに彼らは、支配者たる将軍たちの威厳を確立し、その指導者たちに護衛と、象牙の椅子と、紫の縁取りのあるトガを与え、住宅においては、仕える群衆の騒々しさに対処するための便宜として列柱廊を発明した。
ὧν τὰ πλεῖστα Ῥωμαῖοι μιμησάμενοι καὶ πρὸς τὸ κάλλιον αὐξήσαντες μετήνεγκαν ἐπὶ τὴν ἰδίαν πολιτείαν.
これらの大部分を、ローマ人は模倣し、さらに美しく発展させて、自分たちの国家制度へと取り入れたのである。
§5.40.2γράμματα δὲ καὶ φυσιολογίαν καὶ θεολογίαν ἐξεπόνησαν ἐπὶ πλέον, καὶ τὰ περὶ τὴν κεραυνοσκοπίαν μάλιστα πάντων ἀνθρώπων ἐξειργάσαντο·
彼らはまた、文字、自然学、神学をさらに磨き上げ、落雷の観察に関する事柄を全人類の中で最も精緻に作り上げた。
διὸ καὶ μέχρι τῶν νῦν χρόνων οἱ τῆς οἰκουμένης σχεδὸν ὅλης ἡγούμενοι θαυμάζουσί τε τοὺς ἄνδρας καὶ κατὰ τὰς ἐν τοῖς κεραυνοῖς διοσημείας τούτοις ἐξηγηταῖς χρῶνται.
それゆえ、今日に至るまで、ほぼ全世界の支配者たちは、この人々を称賛し、雷による天の兆候に際しては、彼らを解釈者として用いている。
§5.40.3χώραν δὲ νεμόμενοι πάμφορον, καὶ ταύτην ἐξεργαζόμενοι, καρπῶν ἀφθονίαν ἔχουσιν οὐ μόνον πρὸς τὴν ἀρκοῦσαν διατροφήν, ἀλλὰ καὶ πρὸς ἀπόλαυσιν δαψιλῆ καὶ τρυφὴν ἀνήκουσαν.
彼らはあらゆる作物を生み出す豊かな土地を所有し、これを耕作しているため、十分な食糧のためだけでなく、豊かな享楽と過度な贅沢のために、十分すぎるほどの収穫を得ている。
παρατίθενται γὰρ δὶς τῆς ἡμέρας τραπέζας πολυτελεῖς καὶ τἄλλα τὰ πρὸς τὴν ὑπερβάλλουσαν τρυφὴν οἰκεῖα, στρωμνὰς μὲν ἀνθεινὰς κατασκευάζοντες, ἐκπωμάτων δʼ ἀργυρῶν παντοδαπῶν πλῆθος καὶ τῶν διακονούντων οἰκετῶν οὐκ ὀλίγον ἀριθμὸν ἡτοιμακότες·
というのも、彼らは一日に二度、贅沢な食卓を整え、過度な贅沢にふさわしいその他の事柄を用意するからであり、花模様の寝具を調え、あらゆる種類の銀の杯を数多く、また給仕する奴隷たちを少なからぬ数、用意しているからである。
καὶ τούτων οἱ μὲν εὐπρεπείᾳ διαφέροντές εἰσιν, οἱ δʼ ἐσθῆσι πολυτελεστέραις ἢ κατὰ δουλικὴν ἀξίαν κεκόσμηνται.
そしてこれらの奴隷たちのうち、ある者は容姿が並外れて美しく、またある者は奴隷の身分にふさわしいものを超えた、極めて高価な衣服を着飾っている。
§5.40.4οἰκήσεις τε παντοδαπὰς ἰδιαζούσας ἔχουσι παρʼ αὐτοῖς οὐ μόνον οἱ θεράποντες, ἀλλὰ καὶ τῶν ἐλευθέρων οἱ πλείους.
また、彼らのもとでは、召使いたちだけでなく、自由人の大半もまた、それぞれに個性的なあらゆる種類の住居を持っている。
καθόλου δὲ τὴν μὲν ἐκ παλαιῶν χρόνων παρʼ αὐτοῖς ζηλουμένην ἀλκὴν ἀποβεβλήκασιν, ἐν πότοις δὲ καὶ ῥᾳθυμίαις ἀνάνδροις βιοῦντες οὐκ ἀλόγως τὴν τῶν πατέρων δόξαν ἐν τοῖς πολέμοις ἀποβεβλήκασι.
しかし総じて、彼らは古き時代から自分たちの間で重んじられてきた勇猛さを失ってしまい、酒宴や雄々しさのない怠惰の中で暮らしているため、戦争における先祖たちの名声を失ったのも無理はないことである。
§5.40.5συνεβάλετο δʼ αὐτοῖς πρὸς τὴν τρυφὴν οὐκ ἐλάχιστον καὶ ἡ τῆς χώρας ἀρετή·
彼らの贅沢に最も大きく貢献したのは、その土地の優秀さでもあった。
πάμφορον γὰρ καὶ παντελῶς εὔγειον νεμόμενοι παντὸς καρποῦ πλῆθος ἀποθησαυρίζουσιν.
というのも、彼らはあらゆる作物を生み出し、完全に肥沃な土地を所有しているため、あらゆる作物を大量に蓄えるからである。
καθόλου γὰρ ἡ Τυρρηνία παντελῶς εὔγειος οὖσα πεδίοις ἀναπεπταμένοις ἐγκάθηται καὶ βουνοειδέσιν ἀναστήμασι τόπων διείληπται γεωργησίμοις·
総じてテュレーニアは完全に肥沃であり、広大な平原に位置し、耕作に適した丘陵地帯によって区切られている。
ὑγρὰ δὲ μετρίως ἐστὶν οὐ μόνον κατὰ τὴν χειμερινὴν ὥραν, ἀλλὰ καὶ κατὰ τὸν τοῦ θέρους καιρόν.
また、冬の季節だけでなく、夏の時期にも適度に湿潤である。