Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.4.1-5.4.7

库阿涅泉的起源与二位女神的祭仪传播

第 326 段,共 406 段 · 希腊语

内容简介

叙述了科莱在恩纳的领地以及库阿涅泉水的起源,德墨忒尔寻找女儿并向雅典人赠送小麦、创立厄琉息斯秘仪的经过,以及西西里为两位女神举行祭祀的季节和习俗。

§5.4.1ὁμοίως δὲ ταῖς προειρημέναις δυσὶ θεαῖς καὶ τὴν Κόρην λαχεῖν τοὺς περὶ τὴν Ἔνναν λειμῶνας· πηγὴν δὲ μεγάλην αὐτῇ καθιερωθῆναι ἐν τῇ Συρακοσίᾳ τὴν ὀνομαζομένην Κυάνην.
正如前述的两位女神一样,科莱也分得了恩纳周围的草地;在叙拉古地区,有一口被称为库阿涅的巨大泉水被奉献给了她。
§5.4.2τὸν γὰρ Πλούτωνα μυθολογοῦσι τὴν ἁρπαγὴν ποιησάμενον ἀποκομίσαι τὴν Κόρην ἐφʼ ἅρματος πλησίον τῶν Συρακουσῶν, καὶ τὴν γῆν ἀναρρήξαντα αὐτὸν μὲν μετὰ τῆς ἁρπαγείσης δῦναι καθʼ ᾅδου, πηγὴν δʼ ἀνεῖναι τὴν ὀνομαζομένην Κυάνην, πρὸς ᾗ κατʼ ἐνιαυτὸν οἱ Συρακόσιοι πανήγυριν ἐπιφανῆ συντελοῦσι, καὶ θύουσιν οἱ μὲν ἰδιῶται τὰ ἐλάττω τῶν ἱερείων, δημοσίᾳ δὲ ταύρους βυθίζουσιν ἐν τῇ λίμνῃ, ταύτην τὴν θυσίαν καταδείξαντος Ἡρακλέους καθʼ ὃν καιρὸν τὰς Γηρυόνου βοῦς ἐλαύνων περιῆλθε πᾶσαν Σικελίαν.
因为神话传说,普鲁托在进行绑架后,用战车将科莱带到叙拉古附近,并亲自劈开大地,与被绑架的少女一同降入冥界,并使被称为库阿涅的泉水涌出。 在泉水旁,叙拉古人每年举行盛大的节日,私人祭祀较小的牺牲,而在公共场合则将公牛沉入湖中,这一祭祀是在赫拉克勒斯赶着格律翁的牛群周游整个西西里岛时所确立的。
§5.4.3μετὰ δὲ τὴν τῆς Κόρης ἁρπαγὴν μυθολογοῦσι τὴν Δήμητραν μὴ δυναμένην ἀνευρεῖν τὴν θυγατέρα λαμπάδας ἐκ τῶν κατὰ τὴν Αἴτνην κρατήρων ἀναψαμένην ἐπελθεῖν ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης, τῶν δʼ ἀνθρώπων τοὺς μάλιστʼ αὐτὴν προσδεξαμένους εὐεργετῆσαι τὸν τῶν πυρῶν καρπὸν ἀντιδωρησαμένην.
在科莱被绑架后,神话传说德墨忒尔因无法找到女儿,便用埃特纳火山喷火口的火点燃火把,走遍了人居世界的许多地方,并通过回赠小麦的果实,恩赐了那些最热情接纳她的恩人们。
§5.4.4φιλανθρωπότατα δὲ τῶν Ἀθηναίων ὑποδεξαμένων τὴν θεόν, πρώτοις τούτοις μετὰ τοὺς Σικελιώτας δωρήσασθαι τὸν τῶν πυρῶν καρπόν· ἀνθʼ ὧν ὁ δῆμος οὗτος περιττότερον τῶν ἄλλων ἐτίμησαν τὴν θεὸν θυσίαις τʼ ἐπιφανεστάταις καὶ τοῖς ἐν Ἐλευσῖνι μυστηρίοις, ἃ διὰ τὴν ὑπερβολὴν τῆς ἀρχαιότητος καὶ ἁγνείας ἐγένετο πᾶσιν ἀνθρώποις περιβόητα.
由于雅典人最友好地款待了女神,因此继西西里人之后,女神首先将小麦的果实赠予了他们;作为回报,这个城邦的子民比其他人更加隆重地用最著名的牺牲和厄琉息斯的秘仪来尊崇女神,这些秘仪因其极高的古老性和神圣性而在所有人中闻名遐迩。
παρὰ δὲ τῶν Ἀθηναίων πολλοὶ μεταλαβόντες τῆς ἐκ τοῦ σίτου φιλανθρωπίας, καὶ τοῖς πλησιοχώροις μεταδιδόντες τοῦ σπέρματος, ἐπλήρωσαν πᾶσαν τὴν οἰκουμένην.
许多人从雅典人那里分得了谷物的恩惠,并将种子传给邻近地区,从而填满了整个人居世界。
§5.4.5οἱ δὲ κατὰ τὴν Σικελίαν, διὰ τὴν τῆς Δήμητρος καὶ Κόρης πρὸς αὐτοὺς οἰκειότητα πρῶτοι τῆς εὑρέσεως τοῦ σίτου μεταλαβόντες, ἑκατέρᾳ τῶν θεῶν κατέδειξαν θυσίας καὶ πανηγύρεις, ἐπωνύμους αὐταῖς ποιήσαντες καὶ τῷ χρόνῳ διασημήναντες τὰς δοθείσας δωρεάς.
而西西里的居民,由于德墨忒尔和科莱与他们的亲密关系,作为最先分享谷物发现的人,为这两位女神各自确立了牺牲和节日,以她们的名字命名这些节日,并根据时间来纪念所赐予的恩赐。
§5.4.6τῆς μὲν γὰρ Κόρης τὴν καταγωγὴν ἐποιήσαντο περὶ τὸν καιρὸν ἐν ᾧ τὸν τοῦ σίτου καρπὸν τελεσιουργεῖσθαι συνέβαινε, καὶ ταύτην τὴν θυσίαν καὶ πανήγυριν μετὰ τοσαύτης ἁγνείας καὶ σπουδῆς ἐπιτελοῦσιν ὅσης εἰκός ἐστι τοὺς τῇ κρατίστῃ δωρεᾷ προκριθέντας τῶν ἄλλων ἀνθρώπων ἀποδιδόναι τὰς χάριτας·
因为他们将科莱的“迎接”仪式定在谷物果实成熟的季节,并且他们以极大的神圣和热忱来举行这一牺牲和节日,这种热忱正如那些在最大恩赐上比其他人类更受青睐的人奉献感谢时所应当具有的一样。
§5.4.7τῆς δὲ Δήμητρος τὸν καιρὸν τῆς θυσίας προέκριναν ἐν ᾧ τὴν ἀρχὴν ὁ σπόρος τοῦ σίτου λαμβάνει, ἐπὶ δʼ ἡμέρας δέκα πανήγυριν ἄγουσιν ἐπώνυμον τῆς θεοῦ ταύτης, τῇ τε λαμπρότητι τῆς παρασκευῆς μεγαλοπρεπεστάτην καὶ τῇ διασκευῇ μιμούμενοι τὸν ἀρχαῖον βίον.
而他们将德墨忒尔祭祀的季节选择在谷物播种开始的时候,并举行为期十天的以这位女神命名的节日,该节日在准备的华丽程度上最为壮丽,并在布置上模仿了古代的生活方式。
ἔθος δʼ ἐστὶν αὐτοῖς ἐν ταύταις ταῖς ἡμέραις αἰσχρολογεῖν κατὰ τὰς πρὸς ἀλλήλους ὁμιλίας διὰ τὸ τὴν θεὸν ἐπὶ τῇ τῆς Κόρης ἁρπαγῇ λυπουμένην γελάσαι διὰ τὴν αἰσχρολογίαν.
在这些日子里,他们在彼此的交往中讲粗俗的话是一个习惯,因为女神在为科莱被绑架而悲伤时,因粗俗的话而破涕为笑。

词汇与语法注释

  1. 5.4.1λαχεῖν — 带有宾格的不定式结构。它受前章延续下来的间接引语动词(如 λέγουσι 或 μυθολογοῦσι)支配,其逻辑主语为 τὴν Κόρην。随后的 καθιερωθῆναι 也采用相同的语法结构。
  2. 5.4.2καταδείξαντος Ἡρακλέους — 属格绝对结构(属格阳性单数现在分词和名词)。在此起时间状语(“当赫拉克勒斯确立时……”)或原因状语的作用。
  3. 5.4.4ἐτίμησαν — 复数形式的动词。其主语 ὁ δῆμος οὗτος(这个城邦/子民)虽然在语法上是单数集合名词,但由于“依意一致”(constructio ad sensum)而使用了复数动词。
  4. 5.4.6τοὺς τῇ κρατίστῃ δωρεᾷ προκριθέντας — 宾格的实体化分词短语。它作为后续不定式 ἀποδιδόναι(“奉献/回报感谢”)的逻辑主语。
  5. 5.4.7διὰ τὸ τὴν θεὸν ἐπὶ τῇ τῆς Κόρης ἁρπαγῇ λυπουμένην γελάσαι — 由介词 διά 连同冠词性不定式 τό γελάσαι(“因为……破涕为笑”)组成的原因结构。不定式的逻辑主语为宾格的 τὴν θεόν(“女神”),现在分词 λυπουμένην(“正在悲伤”)与之保持一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.4.1-5.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.4.1-5.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。