§5.3.1καὶ τῆς ἁρπαγῆς τῆς κατὰ τὴν Κόρην ἐν ταύτῃ γενομένης ἀπόδειξιν εἶναι λέγουσι φανερωτάτην ὅτι τὰς διατριβὰς αἱ θεαὶ κατὰ ταύτην τὴν νῆσον ἐποιοῦντο διὰ τὸ στέργεσθαι μάλιστα παρʼ αὐταῖς ταύτην.
而且他们说,科莱的绑架发生在这座岛上最明显的证据就是,女神们在这座岛上安家,因为这座岛最受她们喜爱。
§5.3.2γενέσθαι δὲ μυθολογοῦσι τὴν ἁρπαγὴν τῆς Κόρης ἐν τοῖς λειμῶσι τοῖς κατὰ τὴν Ἔνναν.
神话还传说,科莱的绑架发生在恩纳周围的草地上。
ἔστι δʼ ὁ τόπος οὗτος πλησίον μὲν τῆς πόλεως, ἴοις δὲ καὶ τοῖς ἄλλοις ἄνθεσι παντοδαποῖς ἐκπρεπὴς καὶ τῆς θεᾶς ἄξιος.
这个地方靠近城市,因紫罗兰和各种其他百花盛开而显得格外美丽,不愧为女神之所。
διὰ δὲ τὴν ἀπὸ τῶν φυομένων ἀνθῶν εὐωδίαν λέγεται τοὺς κυνηγεῖν εἰωθότας κύνας μὴ δύνασθαι στιβεύειν, ἐμποδιζομένους τὴν φυσικὴν αἴσθησιν.
而且由于盛开的花朵散发出的香气,据说那些惯于狩猎的猎犬因其天生的感官受到阻碍而无法追踪足迹。
ἔστι δʼ ὁ προειρημένος λειμὼν ἄνωθεν μὲν ὁμαλὸς καὶ παντελῶς εὔυδρος, κύκλῳ δʼ ὑψηλὸς καὶ πανταχόθεν κρημνοῖς ἀπότομος.
前述的草地上方平坦且水源充足,但外围高耸,四面皆是险峻的悬崖。
δοκεῖ δʼ ἐν μέσῳ κεῖσθαι τῆς ὅλης νήσου, διὸ καὶ Σικελίας ὀμφαλὸς ὑπό τινων προσαγορεύεται.
它似乎位于整座岛屿的中心,因此也被一些人称为“西西里的肚脐”。
§5.3.3ἔχει δὲ καὶ πλησίον ἄλση καὶ περὶ ταῦτα ἕλη, καὶ σπήλαιον εὐμέγεθες, ἔχον χάσμα κατάγειον πρὸς τὴν ἄρκτον νενευκός, δι’ οὗ μυθολογοῦσι τὸν Πλούτωνα μεθʼ ἅρματος ἐπελθόντα ποιήσασθαι τὴν ἁρπαγὴν τῆς Κόρης.
其附近还有树林,树林周围有沼泽,以及一个巨大的洞穴,洞穴内有一个朝北倾斜的地下深渊,神话说普鲁托曾驾着战车穿过这个深渊,完成了对科莱的劫持。
τὰ δὲ ἴα καὶ τῶν ἄλλων ἀνθῶν τὰ παρεχόμενα τὴν εὐωδίαν παραδόξως διʼ ὅλου τοῦ ἐνιαυτοῦ παραμένειν θάλλοντα καὶ τὴν ὅλην πρόσοψιν §5.3.4ἀνθηρὰν καὶ ἐπιτερπῆ παρεχόμενα.
而紫罗兰和提供香气的其他花卉,不可思议地在整年中都保持着盛开,使整个景象在显得繁花似锦、赏心悦目。
%5 μυθολογοῦσι δὲ μετὰ τῆς Κόρης τὰς τῆς ὁμοίας παρθενίας ἠξιωμένας Ἀθηνᾶν τε καὶ Ἄρτεμιν συντρεφομένας συνάγειν μετʼ αὐτῆς τὰ ἄνθη καὶ κατασκευάζειν κοινῇ τῷ πατρὶ Διὶ τὸν πέπλον.
%5 神话还传说,与科莱一样恪守贞洁的雅典娜和阿耳忒弥斯,在与她一同成长的过程中,和她一起采摘鲜花,并共同为父亲宙斯织造长袍。
διὰ δὲ τὰς μετʼ ἀλλήλων διατριβάς τε καὶ ὁμιλίας ἁπάσας στέρξαι τὴν νῆσον ταύτην μάλιστα, καὶ λαχεῖν ἑκάστην αὐτῶν χώραν, τὴν μὲν Ἀθηνᾶν ἐν τοῖς περὶ τὸν Ἱμέραν μέρεσιν, ἐν οἷς τὰς μὲν Νύμφας χαριζομένας Ἀθηνᾷ τὰς τῶν θερμῶν ὑδάτων ἀνεῖναι πηγὰς κατὰ τὴν Ἡρακλέους παρουσίαν, τοὺς δʼ ἐγχωρίους πόλιν αὐτῇ καθιερῶσαι καὶ χώραν τὴν ὀνομαζομένην μέχρι τοῦ νῦν Ἀθήναιον· §5.3.5τὴν δʼ Ἄρτεμιν τὴν ἐν ταῖς Συρακούσαις νῆσον λαβεῖν παρὰ τῶν θεῶν τὴν ἀπʼ ἐκείνης Ὀρτυγίαν ὑπό τε τῶν χρησμῶν καὶ τῶν ἀνθρώπων ὀνομασθεῖσαν.
因彼此的相处和交往,她们都最喜爱这座岛屿,并且她们每个人都分得了一块土地:雅典娜分到了希梅拉周围的地区,在这些地方,宁芙们为了取悦雅典娜,在赫拉克勒斯到来时使温泉涌出,而当地人则向她奉献了一座城市和一块直到今天仍被称为雅典娜伊翁的土地;而阿耳忒弥斯则从众神那里得到了叙拉古的岛屿,根据神谕和人们的称呼,该岛因她而被命名为奥尔提吉亚。
ὁμοίως δὲ καὶ κατὰ τὴν νῆσον ταύτην ἀνεῖναι τὰς Νύμφας ταύτας χαριζομένας τῇ Ἀρτέμιδι μεγίστην πηγὴν τὴν ὀνομαζομένην Ἀρέθουσαν.
同样,在这座岛上,宁芙们为了取悦阿耳忒弥斯,也涌出了一口被称为阿雷图萨的巨大泉水。
§5.3.6ταύτην δʼ οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους ἔχειν μεγάλους καὶ πολλοὺς ἰχθῦς, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν διαμένειν συμβαίνει τούτους, ἱεροὺς ὄντας καὶ ἀθίκτους ἀνθρώποις· ἐξ ὧν πολλάκις τινῶν κατὰ τὰς πολεμικὰς περιστάσεις φαγόντων, παραδόξως ἐπεσήμηνε τὸ θεῖον καὶ μεγάλαις συμφοραῖς περιέβαλε τοὺς τολμήσαντας προσενέγκασθαι· περὶ ὧν ἀκριβῶς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις.
这口泉不仅在古代拥有许多大鱼,而且甚至在我们的时代,这些鱼依然存在,对人类而言是神圣且不可触碰的;在战争的紧急关头,常有一些人吃了这些鱼,神明不可思议地显示了预兆,并让那些胆敢食用者遭遇了巨大的灾难;对此我们将在适当的时期予以详细记载。