§5.4.1ὁμοίως δὲ ταῖς προειρημέναις δυσὶ θεαῖς καὶ τὴν Κόρην λαχεῖν τοὺς περὶ τὴν Ἔνναν λειμῶνας· πηγὴν δὲ μεγάλην αὐτῇ καθιερωθῆναι ἐν τῇ Συρακοσίᾳ τὴν ὀνομαζομένην Κυάνην.
In like manner to the two aforementioned goddesses, Kore also received the meadows around Enna; and a great spring was consecrated to her in the Syracusan territory, the one named Cyane.
§5.4.2τὸν γὰρ Πλούτωνα μυθολογοῦσι τὴν ἁρπαγὴν ποιησάμενον ἀποκομίσαι τὴν Κόρην ἐφʼ ἅρματος πλησίον τῶν Συρακουσῶν, καὶ τὴν γῆν ἀναρρήξαντα αὐτὸν μὲν μετὰ τῆς ἁρπαγείσης δῦναι καθʼ ᾅδου, πηγὴν δʼ ἀνεῖναι τὴν ὀνομαζομένην Κυάνην, πρὸς ᾗ κατʼ ἐνιαυτὸν οἱ Συρακόσιοι πανήγυριν ἐπιφανῆ συντελοῦσι, καὶ θύουσιν οἱ μὲν ἰδιῶται τὰ ἐλάττω τῶν ἱερείων, δημοσίᾳ δὲ ταύρους βυθίζουσιν ἐν τῇ λίμνῃ, ταύτην τὴν θυσίαν καταδείξαντος Ἡρακλέους καθʼ ὃν καιρὸν τὰς Γηρυόνου βοῦς ἐλαύνων περιῆλθε πᾶσαν Σικελίαν.
For they relate in myth that Pluto, having made the abduction, carried Kore away on a chariot near Syracuse, and having himself rent the earth asunder, descended with the abducted girl into Hades, and sent up the spring named Cyane, near which every year the Syracusans perform a celebrated festival, and while private citizens sacrifice the smaller of the victims, publicly they submerge bulls in the lake, Heracles having established this sacrifice at the time when, driving the cattle of Geryones, he went around all Sicily.
§5.4.3μετὰ δὲ τὴν τῆς Κόρης ἁρπαγὴν μυθολογοῦσι τὴν Δήμητραν μὴ δυναμένην ἀνευρεῖν τὴν θυγατέρα λαμπάδας ἐκ τῶν κατὰ τὴν Αἴτνην κρατήρων ἀναψαμένην ἐπελθεῖν ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης, τῶν δʼ ἀνθρώπων τοὺς μάλιστʼ αὐτὴν προσδεξαμένους εὐεργετῆσαι τὸν τῶν πυρῶν καρπὸν ἀντιδωρησαμένην.
And after the abduction of Kore, they relate in myth that Demeter, being unable to find her daughter, having kindled torches from the craters of Etna, visited many parts of the inhabited world, and benefited those of men who received her most warmly, giving them in return the fruit of wheat.
§5.4.4φιλανθρωπότατα δὲ τῶν Ἀθηναίων ὑποδεξαμένων τὴν θεόν, πρώτοις τούτοις μετὰ τοὺς Σικελιώτας δωρήσασθαι τὸν τῶν πυρῶν καρπόν· ἀνθʼ ὧν ὁ δῆμος οὗτος περιττότερον τῶν ἄλλων ἐτίμησαν τὴν θεὸν θυσίαις τʼ ἐπιφανεστάταις καὶ τοῖς ἐν Ἐλευσῖνι μυστηρίοις, ἃ διὰ τὴν ὑπερβολὴν τῆς ἀρχαιότητος καὶ ἁγνείας ἐγένετο πᾶσιν ἀνθρώποις περιβόητα.
And since the Athenians received the goddess most hospitably, to these first after the Siceliots she gave the fruit of wheat; in return for which this people honored the goddess more exceedingly than others with both the most celebrated sacrifices and the mysteries in Eleusis, which because of the excess of their antiquity and sanctity became renowned among all men.
παρὰ δὲ τῶν Ἀθηναίων πολλοὶ μεταλαβόντες τῆς ἐκ τοῦ σίτου φιλανθρωπίας, καὶ τοῖς πλησιοχώροις μεταδιδόντες τοῦ σπέρματος, ἐπλήρωσαν πᾶσαν τὴν οἰκουμένην.
And many having received a share of the benefit from the corn from the Athenians, and sharing the seed with their neighbors, filled the whole inhabited world.
§5.4.5οἱ δὲ κατὰ τὴν Σικελίαν, διὰ τὴν τῆς Δήμητρος καὶ Κόρης πρὸς αὐτοὺς οἰκειότητα πρῶτοι τῆς εὑρέσεως τοῦ σίτου μεταλαβόντες, ἑκατέρᾳ τῶν θεῶν κατέδειξαν θυσίας καὶ πανηγύρεις, ἐπωνύμους αὐταῖς ποιήσαντες καὶ τῷ χρόνῳ διασημήναντες τὰς δοθείσας δωρεάς.
But the inhabitants of Sicily, because of the intimacy of Demeter and Kore towards them, being the first to receive a share in the discovery of corn, established for each of the goddesses sacrifices and festivals, making them named after them and commemorating the gifts that had been given by the time of year.
§5.4.6τῆς μὲν γὰρ Κόρης τὴν καταγωγὴν ἐποιήσαντο περὶ τὸν καιρὸν ἐν ᾧ τὸν τοῦ σίτου καρπὸν τελεσιουργεῖσθαι συνέβαινε, καὶ ταύτην τὴν θυσίαν καὶ πανήγυριν μετὰ τοσαύτης ἁγνείας καὶ σπουδῆς ἐπιτελοῦσιν ὅσης εἰκός ἐστι τοὺς τῇ κρατίστῃ δωρεᾷ προκριθέντας τῶν ἄλλων ἀνθρώπων ἀποδιδόναι τὰς χάριτας·
For they made the "descent" of Kore around the season in which it happened that the fruit of corn was being brought to maturity, and they perform this sacrifice and festival with as much sanctity and zeal as it is fitting for those who have been preferred before other men for the greatest gift to render their thanks.
§5.4.7τῆς δὲ Δήμητρος τὸν καιρὸν τῆς θυσίας προέκριναν ἐν ᾧ τὴν ἀρχὴν ὁ σπόρος τοῦ σίτου λαμβάνει, ἐπὶ δʼ ἡμέρας δέκα πανήγυριν ἄγουσιν ἐπώνυμον τῆς θεοῦ ταύτης, τῇ τε λαμπρότητι τῆς παρασκευῆς μεγαλοπρεπεστάτην καὶ τῇ διασκευῇ μιμούμενοι τὸν ἀρχαῖον βίον.
But they preferred the season of the sacrifice of Demeter in which the sowing of corn takes its beginning, and for ten days they hold a festival named after this goddess, which is most magnificent in the splendor of its preparation and mimics the ancient way of life in its arrangement.
ἔθος δʼ ἐστὶν αὐτοῖς ἐν ταύταις ταῖς ἡμέραις αἰσχρολογεῖν κατὰ τὰς πρὸς ἀλλήλους ὁμιλίας διὰ τὸ τὴν θεὸν ἐπὶ τῇ τῆς Κόρης ἁρπαγῇ λυπουμένην γελάσαι διὰ τὴν αἰσχρολογίαν.
And it is a custom for them during these days to speak obscenities in their associations with one another, because the goddess, being grieved at the abduction of Kore, laughed because of the obscenity.