§5.4.1ὁμοίως δὲ ταῖς προειρημέναις δυσὶ θεαῖς καὶ τὴν Κόρην λαχεῖν τοὺς περὶ τὴν Ἔνναν λειμῶνας·
前述の二柱の女神と同様に、コレもまたエンナの周辺の野原を(領地として)得た。
πηγὴν δὲ μεγάλην αὐτῇ καθιερωθῆναι ἐν τῇ Συρακοσίᾳ τὴν ὀνομαζομένην Κυάνην.
そして、シュラクサイの地において、クヤネと呼ばれる大きな泉が彼女に捧げられた。
§5.4.2τὸν γὰρ Πλούτωνα μυθολογοῦσι τὴν ἁρπαγὴν ποιησάμενον ἀποκομίσαι τὴν Κόρην ἐφʼ ἅρματος πλησίον τῶν Συρακουσῶν, καὶ τὴν γῆν ἀναρρήξαντα αὐτὸν μὲν μετὰ τῆς ἁρπαγείσης δῦναι καθʼ ᾅδου, πηγὴν δʼ ἀνεῖναι τὴν ὀνομαζομένην Κυάνην, πρὸς ᾗ κατʼ ἐνιαυτὸν οἱ Συρακόσιοι πανήγυριν ἐπιφανῆ συντελοῦσι, καὶ θύουσιν οἱ μὲν ἰδιῶται τὰ ἐλάττω τῶν ἱερείων, δημοσίᾳ δὲ ταύρους βυθίζουσιν ἐν τῇ λίμνῃ, ταύτην τὴν θυσίαν καταδείξαντος Ἡρακλέους καθʼ ὃν καιρὸν τὰς Γηρυόνου βοῦς ἐλαύνων περιῆλθε πᾶσαν Σικελίαν.
というのも、プルトンが誘拐を行い、戦車でコレをシュラクサイの近くへと連れ去り、自ら大地を切り裂き、誘拐した娘とともに冥府へと下り、クヤネと呼ばれる泉を湧き出させた、と彼らは神話に語っているからである。 その泉の傍らで、シュラクサイの人々は毎年、盛大な祭礼を執り行い、個人としてはより小さな犠牲獣を捧げ、公的には湖に雄牛を沈めて犠牲を捧げる。 この犠牲の儀式は、ヘラクレスがゲリュオネスの牛を追ってシケリア全体を巡った時期に、彼が定めたものである。
§5.4.3μετὰ δὲ τὴν τῆς Κόρης ἁρπαγὴν μυθολογοῦσι τὴν Δήμητραν μὴ δυναμένην ἀνευρεῖν τὴν θυγατέρα λαμπάδας ἐκ τῶν κατὰ τὴν Αἴτνην κρατήρων ἀναψαμένην ἐπελθεῖν ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης, τῶν δʼ ἀνθρώπων τοὺς μάλιστʼ αὐτὴν προσδεξαμένους εὐεργετῆσαι τὸν τῶν πυρῶν καρπὸν ἀντιδωρησαμένην.
また、コレの誘拐の後、デメテルが娘を見つけ出すことができず、アイトネの火口から松明に火を灯し、居住世界の多くの地域を巡り歩き、人間たちのうち彼女を最も温かく迎え入れた者たちに、小麦の果実をお返しとして与えて恵みを施した、と彼らは神話に語っている。
§5.4.4φιλανθρωπότατα δὲ τῶν Ἀθηναίων ὑποδεξαμένων τὴν θεόν, πρώτοις τούτοις μετὰ τοὺς Σικελιώτας δωρήσασθαι τὸν τῶν πυρῶν καρπόν·
アテナイ人が最も親切に女神を迎え入れたので、シケリア人に次いで、彼らに最初に小麦の果実を贈った。
ἀνθʼ ὧν ὁ δῆμος οὗτος περιττότερον τῶν ἄλλων ἐτίμησαν τὴν θεὸν θυσίαις τʼ ἐπιφανεστάταις καὶ τοῖς ἐν Ἐλευσῖνι μυστηρίοις, ἃ διὰ τὴν ὑπερβολὴν τῆς ἀρχαιότητος καὶ ἁγνείας ἐγένετο πᾶσιν ἀνθρώποις περιβόητα.
それに対して、この民は他の人々よりも格別に、極めて盛大な犠牲式とエレウシスの秘儀によって女神を崇めたが、それらの秘儀はその極めて高い古さと神聖さのゆえに、すべての人々の間で広く知れ渡るものとなった。
παρὰ δὲ τῶν Ἀθηναίων πολλοὶ μεταλαβόντες τῆς ἐκ τοῦ σίτου φιλανθρωπίας, καὶ τοῖς πλησιοχώροις μεταδιδόντες τοῦ σπέρματος, ἐπλήρωσαν πᾶσαν τὴν οἰκουμένην.
そして、多くの人々がアテナイ人から穀物という恩恵を分け与えられ、隣国の人々に種子を分かち合うことで、居住世界全体を満たした。
§5.4.5οἱ δὲ κατὰ τὴν Σικελίαν, διὰ τὴν τῆς Δήμητρος καὶ Κόρης πρὸς αὐτοὺς οἰκειότητα πρῶτοι τῆς εὑρέσεως τοῦ σίτου μεταλαβόντες, ἑκατέρᾳ τῶν θεῶν κατέδειξαν θυσίας καὶ πανηγύρεις, ἐπωνύμους αὐταῖς ποιήσαντες καὶ τῷ χρόνῳ διασημήναντες τὰς δοθείσας δωρεάς.
一方、シケリアの住民たちは、デメテルとコレの自分たちに対する親密さのゆえに、小麦の発見を最初に授かったので、これら二柱の女神のそれぞれに対して犠牲式と祭礼を制定し、それらを彼女たちの名にちなんだものとし、またその開催時期によって、与えられた贈り物を記念した。
§5.4.6τῆς μὲν γὰρ Κόρης τὴν καταγωγὴν ἐποιήσαντο περὶ τὸν καιρὸν ἐν ᾧ τὸν τοῦ σίτου καρπὸν τελεσιουργεῖσθαι συνέβαινε, καὶ ταύτην τὴν θυσίαν καὶ πανήγυριν μετὰ τοσαύτης ἁγνείας καὶ σπουδῆς ἐπιτελοῦσιν ὅσης εἰκός ἐστι τοὺς τῇ κρατίστῃ δωρεᾷ προκριθέντας τῶν ἄλλων ἀνθρώπων ἀποδιδόναι τὰς χάριτας·
というのも、彼らはコレの「帰還」を、小麦の果実が成熟する時期に行うこととし、この犠牲式と祭礼を、他のすべての人々に先んじて最も優れた恩恵を与えられるよう選ばれた者たちが感謝を捧げるにふさわしいほどの、それほどまでの敬虔さと熱意をもって執り行っているからである。
§5.4.7τῆς δὲ Δήμητρος τὸν καιρὸν τῆς θυσίας προέκριναν ἐν ᾧ τὴν ἀρχὴν ὁ σπόρος τοῦ σίτου λαμβάνει, ἐπὶ δʼ ἡμέρας δέκα πανήγυριν ἄγουσιν ἐπώνυμον τῆς θεοῦ ταύτης, τῇ τε λαμπρότητι τῆς παρασκευῆς μεγαλοπρεπεστάτην καὶ τῇ διασκευῇ μιμούμενοι τὸν ἀρχαῖον βίον.
一方、デメテルの犠牲式の時期としては、小麦の種播きが始まる時期を彼らは選び、10日間にわたり、この女神の名にちなんだ祭礼を催すが、それは準備の華やかさにおいて極めて壮麗であり、またその設えにおいて古代の生活を模倣している。
ἔθος δʼ ἐστὶν αὐτοῖς ἐν ταύταις ταῖς ἡμέραις αἰσχρολογεῖν κατὰ τὰς πρὸς ἀλλήλους ὁμιλίας διὰ τὸ τὴν θεὸν ἐπὶ τῇ τῆς Κόρης ἁρπαγῇ λυπουμένην γελάσαι διὰ τὴν αἰσχρολογίαν.
また、これらの日々の間、互いの会話において卑猥な言葉を口にすることが彼らの慣習となっているが、それは、女神がコレの誘拐のために悲しんでいた時、卑猥な言葉によって笑ったからである。