Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.34.1-5.34.7

瓦卡埃人的农耕习俗与卢西塔尼亚人的勇武

第 356 段,共 406 段 · 希腊语

内容简介

本段记述了凯尔特伊比利亚人的热情好客、瓦卡埃人的土地公有和共同耕作制度,以及卢西塔尼亚人英勇的军事特征与盘踞山区的掠夺活动。

§5.34.1τοῖς δʼ ἤθεσι πρὸς μὲν τοὺς κακούργους καὶ πολεμίους ὑπάρχουσιν ὠμοί, πρὸς δὲ τοὺς ξένους ἐπιεικεῖς καὶ φιλάνθρωποι.
在性格上,他们对罪犯和敌人非常冷酷,但对客人却十分和蔼且仁慈。
τοὺς γὰρ ἐπιδημήσαντας ξένους ἅπαντες ἀξιοῦσι παρʼ αὑτοῖς ποιεῖσθαι τὰς καταλύσεις καὶ πρὸς ἀλλήλους ἁμίλλῶνται περὶ τῆς φιλοξενίας·
因为他们所有人都认为应当让来访的客人住在自己家里,并且彼此竞争款待客人的热诚。
οἷς δʼ ἂν οἱ ξένοι συνακολουθήσωσι, τούτους ἐπαινοῦσι καὶ θεοφιλεῖς ἡγοῦνται.
而对于那些有客人同行的人,他们会给予赞扬,并认为他们是受神明喜爱的。
§5.34.2τροφαῖς δὲ χρῶνται κρέασι παντοδαποῖς καὶ δαψιλέσι καὶ οἰνομέλιτος πόματι, χορηγούσης τῆς χώρας τὸ μὲν μέλι παμπληθές, τὸν δʼ οἶνον παρὰ τῶν ἐπιπλεόντων ἐμπόρων ὠνούμενοι.
他们以各种丰富的肉类为食,并饮用蜜酒,因为当地出产极丰的蜂蜜,而葡萄酒则是从航行而来的商人那里购买的。
§5.34.3χαριέστατον δὲ τῶν πλησιοχώρων ἐθνῶν ἐστι τὸ τῶν Οὐακκαίων ὀνομαζομένων σύστημα·
在邻近的各民族中,最令人赞赏的是被称为瓦卡埃人的社会群体。
οὗτοι γὰρ καθʼ ἕκαστον ἔτος διαιρούμενοι τὴν χώραν γεωργοῦσι, καὶ τοὺς καρποὺς κοινοποιούμενοι μεταδιδόασιν ἑκάστῳ τὸ μέρος, καὶ τοῖς νοσφισαμένοις τι γεωργοῖς θάνατον τὸ πρόστιμον τεθείκασι.
因为他们每年分配土地并进行耕作,将收获的庄稼归为公有,并把属于每个人的份额分给他们,而对于盗取庄稼的农民,他们则将死刑定为惩罚。
§5.34.4τῶν δʼ Ἰβήρων ἀλκιμώτατοι μέν εἰσιν οἱ καλούμενοι Λυσιτανοί, φοροῦσι δʼ ἐν τοῖς πολέμοις πέλτας μικρὰς παντελῶς, διαπεπλεγμένας νεύροις καὶ δυναμένας σκέπειν τὸ σῶμα περιττότερον διὰ τὴν στερεότητα·
在伊比利亚人中,最勇敢的是被称为卢西塔尼亚人的人们。 他们在战争中携带非常小的轻盾,这些盾用肌腱编织而成,因其坚固而能极好地保护身体。
ταύτην δʼ ἐν ταῖς μάχαις μεταφέροντες εὐλύτως ἄλλοτε ἄλλως ἀπὸ τοῦ σώματος διακρούονται φιλοτέχνως πᾶν τὸ φερόμενον ἐπʼ αὐτοὺς βέλος.
在战斗中,他们灵活地在身体周围移动这面盾牌,时而向这,时而向那,极其巧妙地挡开一切投向他们的飞弹。
§5.34.5χρῶνται δὲ καὶ σαυνίοις ὁλοσιδήροις ἀγκιστρώδεσι, φοροῦσι δὲ κράνη καὶ ξίφη παραπλήσια Κελτίβηρσιν.
他们还使用完全由铁制成的带倒钩的标枪,并佩戴与凯尔特伊比利亚人非常相似的头盔和剑。
ἀκοντίζουσι δʼ εὐστόχως καὶ μακράν, καὶ καθόλου καρτεροπληγεῖς ὑπάρχουσιν.
他们投掷标枪既准又远,总的来说是强有力的打击者。
εὐκίνητοι δʼ ὄντες καὶ κοῦφοι ῥᾳδίως καὶ φεύγουσι καὶ διώκουσι, κατὰ δὲ τὰς ἐν ταῖς συστάσεσι τῶν δεινῶν ὑπομονὰς πολὺ λείπονται τῶν Κελτιβήρων.
由于他们行动敏捷、身体轻盈,无论是逃跑还是追击都十分容易,但在近距离交战中忍受危难的能力上,他们大为逊色于凯尔特伊比利亚人。
ἐπιτηδεύουσι δὲ κατὰ μὲν τὴν εἰρήνην ὄρχησίν τινα κούφην καὶ περιέχουσαν πολλὴν εὐτονίαν σκελῶν, ἐν δὲ τοῖς πολέμοις, πρὸς ῥυθμὸν ἐμβαίνουσι καὶ παιᾶνας ᾅδουσιν, ὅταν ἐπίωσι τοῖς ἀντιτεταγμένοις.
他们在和平时期练习一种需要双腿极大灵活性的轻快舞蹈,而在战争中,当他们向严阵以待的敌人发起进攻时,则合着节拍行进并唱着凯歌。
§5.34.6ἴδιον δέ τι παρὰ τοῖς Ἴβηρσι καὶ μάλιστα παρὰ τοῖς Λυσιτανοῖς ἐπιτηδεύεται· τῶν γὰρ ἀκμαζόντων ταῖς ἡλικίαις οἱ μάλιστα ἀπορώτατοι ταῖς οὐσίαις, ῥώμῃ δὲ σώματος καὶ θράσει διαφέροντες, ἐφοδιάσαντες αὑτοὺς ἀλκῇ καὶ τοῖς ὅπλοις εἰς τὰς ὀρεινὰς δυσχωρίας ἀθροίζονται, συστήματα δὲ ποιήσαντες ἀξιόλογα κατατρέχουσι τὴν Ἰβηρίαν καὶ λῃστεύοντες πλούτους ἀθροίζουσι·
在伊比利亚人中,特别是在卢西塔尼亚人中,流行着一种独特的习俗:在血气方刚的年轻人中,那些财产最贫乏、但在身体强壮和胆量上却很杰出的人,用勇气和武器装备起自己,聚集在山区的险阻之地,组成人数可观的队伍,席卷伊比利亚,通过掠夺积累财富。
καὶ τοῦτο διατελοῦσι πράττοντες μετὰ πάσης καταφρονήσεως· κούφοις γὰρ χρώμενοι καθοπλισμοῖς καὶ παντελῶς ὄντες εὐκίνητοι καὶ ὀξεῖς δυσχειρότατοι τοῖς ἄλλοις εἰσί.
他们怀着对一切的蔑视,持续进行这种勾当;因为他们使用轻便的装备,而且完全敏捷而迅速,对其他人来说是极其难以对付的。
§5.34.7καθόλου δὲ τὰς ἐν τοῖς ὄρεσι δυσχωρίας καὶ τραχύτητας ἡγούμενοι πατρίδας εἶναι, εἰς ταύτας καταφεύγουσι, δυσδιεξόδους οὔσας μεγάλοις καὶ βαρέσι στρατοπέδοις.
总的来说,他们将山中的险阻和崎岖之地视为自己的家园并逃往那里,这些地方对于庞大而重装的军队来说是难以通过的。
διὸ καὶ Ῥωμαῖοι πολλάκις ἐπʼ αὐτοὺς στρατεύσαντες τῆς μὲν πολλῆς καταφρονήσεως ἀπέστησαν αὐτούς, εἰς τέλος δὲ τὰ λῃστήρια καταλῦσαι πολλάκις φιλοτιμηθέντες οὐκ ἠδυνήθησαν.
因此,罗马人虽然多次对他们进行征伐,迫使他们放弃了那极度的傲慢,但尽管罗马人多次渴望彻底消灭他们的强盗活动,却始终无法做到。

词汇与语法注释

  1. 5.34.1οἷς δʼ ἂν οἱ ξένοι συνακολουθήσωσι — 关系代词 `οἷς`(与格)由关系从句中动词 `συνακολουθέω`(伴随)所支配的格决定。其先行词 `τούτους`(宾格,作为主句动词 `ἐπαινοῦσι` 的宾语)紧随其后,关系从句在前修饰其先行词。
  2. 5.34.2χορηγούσης τῆς χώρας — `χορηγούσης` 是属格独立分词结构,表示原因(“因为土地提供”)。而句末的 `ὠνούμενοι`(现在分词主格复数)则与主句动词 `χρῶνται` 的逻辑主语(凯尔特伊比利亚人)一致,形成了非对称但逻辑清晰的句法结构。
  3. 5.34.6ἐφοδιάσαντες αὑτοὺς ἀλκῇ καὶ τοῖς ὅπλοις — 动词 `ἐφοδιάζω`(装备、提供)同时支配了精神品质 `ἀλκῇ`(勇气、武勇)和具体的工具 `τοῖς ὅπλοις`(武器)作为并列宾语,形成了一种类似轭式搭配(zeugma)的表达,意为“让自己用勇气和武器武装起来”。
  4. 5.34.7τῆς μὲν πολλῆς καταφρονήσεως ἀπέστησαν αὐτούς — 动词 `ἀφίστημι` 的主动语态不定过去时 `ἀπέστησαν` 具有使役意义,意为“使……偏离、放弃”。它支配宾格的 `αὐτούς`(他们)和表示分离的属格 `τῆς ... καταφρονήσεως`(那极度的傲慢/蔑视),整句意为“迫使他们放弃了那极度的傲慢”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.34.1-5.34.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.34.1-5.34.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。