Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.33.1-5.33.5

凯尔特伊比利亚人的起源武器与习俗

第 355 段,共 406 段 · 希腊语

内容简介

作者将叙述转向凯尔特伊比利亚人,详细描述了他们的民族起源、战争中的勇猛表现、制造优良铁制武器的独特方法,以及使用尿液的奇异卫生习俗。

§5.33.1ἡμεῖς δʼ ἀρκούντως περὶ Κελτῶν εἰρηκότες μεταβιβάσομεν τὴν ἱστορίαν ἐπὶ τοὺς πλησιοχώρους τούτοις Κελτίβηρας.
我们在充分叙述了凯尔特人之后,将把历史记载转向与他们相邻的凯尔特伊比利亚人。
οὗτοι γὰρ τὸ παλαιὸν περὶ τῆς χώρας ἀλλήλοις διαπολεμήσαντες, οἵ τε Ἴβηρες καὶ οἱ Κελτοί, καὶ μετὰ ταῦτα διαλυθέντες καὶ τὴν χώραν κοινῇ κατοικήσαντες, ἔτι δʼ ἐπιγαμίας πρὸς ἀλλήλους συνθέμενοι, διὰ τὴν ἐπιμιξίαν ταύτης ἔτυχον τῆς προσηγορίας.
因为这些人,即伊比利亚人和凯尔特人,古时曾为了土地而互相争战,此后达成和解并共同居住在这片土地上,而且彼此缔结了通婚关系,由于这种混交,他们得到了这个名称。
δυεῖν δʼ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑποκειμένης ἀγαθῆς, συνέβη τοὺς Κελτίβηρας ἐπὶ πολὺ τῇ δόξῃ προελθεῖν, καὶ Ῥωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι.
由于两个勇敢的民族相融合,且其所在的土地十分优越,凯尔特伊比利亚人在名声上大为提升,在与罗马人对抗了很长时间之后,才艰难地被征服。
§5.33.2δοκοῦσι δʼ οὗτοι κατὰ τοὺς πολέμους οὐ μόνον ἱππεῖς ἀγαθούς, ἀλλὰ καὶ πεζοὺς παρέχεσθαι διαφόρους ταῖς ἀλκαῖς καὶ ταῖς καρτερίαις.
这些人被认为在战争中不仅能提供优秀的骑兵,还能提供在勇猛和坚韧方面都十分杰出的步兵。
φοροῦσι δʼ οὗτοι σάγους μέλανας τραχεῖς καὶ παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν.
他们穿着黑色且粗糙的斗篷,其羊毛质地与山羊毛非常相似。
§5.33.3ὁπλίζονται δέ τινες τῶν Κελτιβήρων Γαλατικοῖς θυρεοῖς κούφοις, τινὲς δὲ κυρτίαις κυκλοτερέσιν ἀσπίδων ἐχούσαις τὰ μεγέθη, καὶ περὶ τὰς κνήμας τριχίνας εἰλοῦσι κνημῖδας, περὶ δὲ τὰς κεφαλὰς κράνη χαλκᾶ περιτίθενται φοινικοῖς ἠσκημένα λόφοις.
一些凯尔特伊比利亚人装备着轻便的加拉太式长盾,另一些人则装备着大小相当于普通盾牌的圆形小盾,他们还在小腿上缠绕毛制的护胫,在头部戴上装饰有绯红色羽冠的青铜头盔。
ξίφη δʼ ἀμφίστομα καὶ σιδήρῳ διαφόρῳ κεχαλκευμένα φοροῦσιν, ἔχοντες σπιθαμιαίας παραξιφίδας, αἷς χρῶνται κατὰ τὰς ἐν ταῖς μάχαις συμπλοκάς.
他们佩戴着双刃的、用优良铁质锻造的剑,并携带着一跨长的短剑,在战斗的近身肉搏中使用。
§5.33.4ἴδιον δέ τι παρʼ αὐτοῖς ἐστι περὶ τὴν τῶν ἀμυντηρίων κατασκευήν· ἐλάσματα γὰρ σιδήρου κατακρύπτουσιν εἰς τὴν γῆν, καὶ ταῦτα ἐῶσι μέχρι ἂν ὅτου διὰ τὸν χρόνον τοῦ ἰοῦ περιφαγόντος τὸ ἀσθενὲς τοῦ σιδήρου καταλειφθῇ τὸ στερεώτατον, ἐξ οὗ κατασκευάζουσι διάφορα ξίφη καὶ τἄλλα τὰ πρὸς πόλεμον ἀνήκοντα.
在防御性武器的制造上,他们有一种独特的做法:他们将铁板埋入土中,一直放置到随着时间的推移,铁锈侵蚀掉铁的脆弱部分,仅留下最坚硬的部分为止,他们便用这部分制造出精良的剑和其他与战争相关的器物。
τὸ δʼ οὕτω κατασκευασθὲν ὅπλον πᾶν τὸ ὑποπεσὸν διαιρεῖ, ἀφʼ οὗπερ οὔτε θυρεὸς οὔτε κράνος οὔτε ὀστοῦν ὑπομένει τὴν πληγὴν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς τοῦ σιδήρου.
以此种方式制造出的武器能斩断一切落在其下的东西,因此,由于该铁质极其优异,无论是长盾、头盔还是骨头都无法承受其一击。
§5.33.5διμάχαι δʼ ὄντες, ἐπειδὰν ἀπὸ τῶν ἵππων ἀγωνισάμενοι νικήσωσι, καταπηδῶντες καὶ τὴν τῶν πεζῶν τάξιν μεταλαμβάνοντες θαυμαστὰς ποιοῦνται μάχας.
作为骑步两用兵,每当他们在马上战斗并取得优势时,就会跳下马来,加入步兵的行列,进行令人惊叹的战斗。
ἴδιον δέ τι καὶ παράδοξον νόμιμον παρʼ αὐτοῖς ἐστιν· ἐπιμελεῖς γὰρ ὄντες καὶ καθάρειοι ταῖς διαίταις ἓν ἔργον ἐπιτηδεύουσι βάναυσον καὶ πολλῆς ἀκαθαρσίας κεκοινωνηκός· παρʼ ἕκαστα γὰρ τὸ σῶμα λοῦσιν οὔρῳ, καὶ τοὺς ὀδόντας παρατρίβοντες ταύτην ἡγοῦνται θεραπείαν εἶναι τοῦ σώματος.
在他们中间还有一种独特而奇特的习俗:虽然他们在日常生活方式上十分细致且爱干净,但他们却习惯于一种粗俗且带有极度不洁的行径:因为他们每每用尿液洗身,并以此擦拭牙齿,认为这是对身体的一种护理。

词汇与语法注释

  1. 5.33.1δυεῖν δʼ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑποκειμένης ἀγαθῆς — 属格独立结构(genitive absolute),并列呈现了两个原因(两个勇敢民族的融合与肥沃的土地),修饰主句的 `συνέβη`(结果是……)。
  2. 5.33.1καὶ Ῥωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι — 不定式 `καταπολεμηθῆναι` 作为无人称动词 `συνέβη` 的主语。其逻辑主语为前句延续下来的宾格 `τοὺς Κελτίβηρας`,因此分词 `ἀντιταξαμένους` 亦与之保持一致,采用阳性复数宾格形式。
  3. 5.33.2παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν — 修饰 `σάγους`(斗篷)的分词短语,`ἔχοντας` 为与之一致的宾格复数。`παραπλήσιον` 是宾语 `τὸ ἔριον`(其羊毛)的谓语性形容词,意为“其羊毛与山羊毛非常相似的(斗篷)”。
  4. 5.33.4μέχρι ἂν ὅτου ... καταλειφθῇ — 由 `μέχρι ἂν ὅτου` 引导并搭配虚拟语气 `καταλειφθῇ` 的时间从句,表示未来不确定的界限(直到……之时)。在此从句内部,`τοῦ ἰοῦ περιφαγόντος` 充当属格独立结构。
  5. 5.33.5ἐπιμελεῖς γὰρ ὄντες καὶ καθάρειοι ταῖς διαίταις — 修饰主句动词 `ἐπιτηδεύουσι` 主语的分词 `ὄντες` 在此作让步理解(“尽管他们……”),因为下文主句中提到了与之形成鲜明对比的“粗俗且带有极度不洁的行径”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.33.1-5.33.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.33.1-5.33.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。