Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.35.1-5.35.5

伊比利亚银矿的起源与腓尼基人的贸易

第 357 段,共 406 段 · 希腊语

内容简介

作者开始论述伊比利亚的银矿,讲述了因比利牛斯山脉森林大火导致纯银流出地表的起源传说。腓尼基人利用当地人不知其价值的弱点,低价购得这些银,通过贸易积累了巨大财富,并随后在各地建立了众多殖民地。

§5.35.1ἐπεὶ δὲ τὰ περὶ τῶν Ἰβήρων διήλθομεν, οὐκ ἀνοίκειον εἶναι διαλαμβάνομεν περὶ τῶν ἐν αὐτῇ μετάλλων ἀργυρείων διελθεῖν· αὕτη γὰρ ἡ χώρα σχεδόν τι πλεῖστον καὶ κάλλιστον ἔχει μεταλλευόμενον ἄργυρον καὶ πολλὰς τοῖς ἐργαζομένοις παρέχεται προσόδους.
在叙述完关于伊比利亚人的事情之后,我们认为探讨该地的银矿并非不合时宜;因为这个国家拥有几乎最多且质量最上乘的开采银,并给劳动者们带来了丰厚的收益。
§5.35.2εἴρηται μὲν οὖν ἡμῖν καὶ ἐν ταῖς πρὸ ταύτης βίβλοις ἐν ταῖς περὶ Ἡρακλέους πράξεσι τὰ κατὰ τὴν Ἰβηρίαν ὄρη τὰ καλούμενα Πυρηναῖα·
我们在此前的著作中,关于赫拉克勒斯事迹的篇章里,已经提到过伊比利亚境内被称为比利牛斯山脉的山岭。
ταῦτα δὲ καὶ κατὰ τὸ ὕψος καὶ κατὰ τὸ μέγεθος ὑπάρχει διάφορα τῶν ἄλλων· παρήκει γὰρ ἀπὸ τῆς κατὰ τὴν μεσημβρίαν θαλάττης σχεδὸν ἄχρι πρὸς τὸν ὑπὸ τὰς ἄρκτους ὠκεανόν, διείργοντα δὲ τὴν Γαλατίαν καὶ τὴν Ἰβηρίαν, ἔτι δὲ τὴν Κελτιβηρίαν, παρεκτείνει σταδίους ὡς τρισχιλίους.
这些山脉在高度和规模上都优于其他山脉;因为它们从南部海域几乎一直延伸到北极下的大洋,将高卢、伊比利亚以及凯尔特伊比利亚隔开,延伸约三千斯塔迪安。
§5.35.3πολλῶν δʼ ὄντων ἐν αὐτοῖς δρυμῶν καὶ πυκνῶν τοῖς δένδρεσι, φασὶν ἐν τοῖς παλαιοῖς χρόνοις ὑπό τινων νομέων ἀφέντων πῦρ κατακαῆναι παντελῶς ἅπασαν τὴν ὀρεινὴν χώραν· διὸ καὶ συχνὰς ἡμέρας συνεχῶς πυρὸς ἐπιφλέγοντος καῆναι τὴν ἐπιφάνειαν τῆς γῆς, καὶ τὰ μὲν ὄρη διὰ τὸ συμβεβηκὸς κληθῆναι Πυρηναῖα, τὴν δʼ ἐπιφάνειαν τῆς κατακεκαυμένης χώρας ἀργύρῳ ῥυῆναι πολλῷ, καὶ χωνευθείσης τῆς φύσεως, ἐξ ἧς ὁ ἄργυρος κατασκευάζεται, ῥύακας γενέσθαι πολλοὺς ἀργύρου καθαροῦ.
由于山里有许多树木茂密的森林,据说在古时候,由于一些牧羊人放火,整个山区被完全烧毁;因此,由于大火连续燃烧了许多天,地表被烧焦,而这些山脉也因这一事件而被命名为比利牛斯,被烧毁的土地表面流出了大量的银,而且由于制造银的原料物质熔化,形成了许多纯银的河流。
§5.35.4τῆς δὲ τούτου χρείας ἀγνοουμένης παρὰ τοῖς ἐγχωρίοις, τοὺς Φοίνικας ἐμπορίαις χρωμένους καὶ τὸ γεγονὸς μαθόντας ἀγοράζειν τὸν ἄργυρον μικρᾶς τινος ἀντιδόσεως ἄλλων φορτίων.
由于当地人不知道这东西的用途,进行贸易的腓尼基人得知了发生的事情,便用其他货物的极少代价换购了这些银。
διὸ δὴ τοὺς Φοίνικας μετακομίζοντας εἴς τε τὴν Ἑλλάδα καὶ τὴν Ἀσίαν καὶ τἄλλα πάντα ἔθνη μεγάλους περιποιήσασθαι πλούτους.
因此,腓尼基人将银运往希腊、亚洲以及所有其他民族,从而积累了巨大的财富。
ἐπὶ τοσοῦτο δὲ τοὺς ἐμπόρους διατεῖναι τῆς φιλοκερδίας, ὥστε ἐπειδὰν καταγόμων ὄντων τῶν πλοίων περιττεύῃ πολὺς ἄργυρος, ἐκκόπτειν τὸν ἐν ταῖς ἀγκύραις μόλιβδον, καὶ ἐκ τοῦ ἀργύρου τὴν ἐκ τοῦ μολίβδου χρείαν ἀλλάττεσθαι.
这些商人的贪财程度竟达到了如此地步,以至于当船只已经装满而仍有多余的大量银时,他们就会砍掉锚里的铅,用银来替代铅的用途。
§5.35.5διόπερ ἐπὶ πολλοὺς χρόνους οἱ Φοίνικες διὰ τῆς τοιαύτης ἐμπορίας ἐπὶ πολὺ λαβόντες αὔξησιν ἀποικίας πολλὰς ἀπέστειλαν, τὰς μὲν εἰς Σικελίαν καὶ τὰς σύνεγγυς ταύτης νήσους, τὰς δʼ εἰς τὴν Λιβύην καὶ Σαρδόνα καὶ τὴν Ἰβηρίαν.
因此,在很长一段时间里,腓尼基人通过这种贸易获得了巨大的发展,派遣了许多殖民地,一些前往西西里及其邻近岛屿,另一些前往利比亚、撒丁和伊比利亚。

词汇与语法注释

  1. 5.35.1οὐκ ἀνοίκειον εἶναι διαλαμβάνομεν — 非人称形容词不定式短语 'οὐκ ἀνοίκειον εἶναι'(并非不合时宜)作为动词 'διαλαμβάνομεν'(我们认为)的直接宾语(带有主格/宾格的不定式结构)。其后的不定式 'διελθεῖν'(探讨)作为形容词 'ἀνοίκειον' 的补足语。
  2. 5.35.3φασὶν ... κατακαῆναι — 主动词 'φασίν'(他们说/据说)支配着一个极其冗长的“宾格加不定式”结构(间接引语),该结构一直延续到本节末尾。不定式 'κατακαῆναι'、'καῆναι'、'κληθῆναι'、'ῥυῆναι'、'γενέσθαι' 均受 'φασίν' 支配,阅读时需准确理清各个分句中主语(宾格)的转换关系。
  3. 5.35.4ὥστε ... ἐκκόπτειν ... ἀλλάττεσθαι — 由引导结果副词从句的 'ὥστε' 连同不定式构成的句式,其逻辑主语是前文的 'τοὺς ἐμπόρους'(商人)。在该结果从句内部,嵌套了一个一般条件/时间从句 'ἐπειδὰν ... περιττεύῃ'(每当……过剩时),而该嵌套从句中又包含了一个属格独立分词结构 'καταγόμων ὄντων τῶν πλοίων'(因为船只满载),结构十分复杂。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.35.1-5.35.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.35.1-5.35.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。