Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.32.1-5.32.7

凯尔特人与加拉太人的区分及习俗

第 354 段,共 406 段 · 希腊语

内容简介

梳理了凯尔特人与加拉太人的地理区分及罗马人对名称的混同,并叙述了他们妇女的强壮、食人传闻、与辛梅里安人的历史关联、残酷祭祀以及独特的男色习俗。

§5.32.1χρήσιμον δʼ ἐστὶ διορίσαι τὸ παρὰ πολλοῖς ἀγνοούμενον.
明确阐述许多人不甚了解的事情是有益的。
τοὺς γὰρ ὑπὲρ Μασσαλίας κατοικοῦντας ἐν τῷ μεσογείῳ καὶ τοὺς παρὰ τὰς Ἄλπεις, ἔτι δὲ τοὺς ἐπὶ τάδε τῶν Πυρηναίων ὀρῶν Κελτοὺς ὀνομάζουσι, τοὺς δʼ ὑπὲρ ταύτης τῆς Κελτικῆς εἰς τὰ πρὸς ἄρκτον νεύοντα μέρη παρά τε τὸν ὠκεανὸν καὶ τὸ Ἑρκύνιον ὄρος καθιδρυμένους καὶ πάντας τοὺς ἑξῆς μέχρι τῆς Σκυθίας Γαλάτας προσαγορεύουσιν· οἱ δὲ Ῥωμαῖοι πάλιν πάντα ταῦτα τὰ ἔθνη συλλήβδην μιᾷ προσηγορίᾳ περιλαμβάνουσιν, ὀνομάζοντες Γαλάτας ἅπαντας.
因为那些居住在马赛内陆上方以及阿尔卑斯山附近的人,还有比利牛斯山脉这一侧的人,人们称之为凯尔特人;而那些居住在这片凯尔特人土地之外、面向北方、靠近大洋和赫辛尼亚森林的人,以及往后直到斯基泰的所有人,人们则称之为加拉太人;然而,罗马人又将所有这些民族一并包含在一个名称中,称他们所有人为加拉太人。
§5.32.2αἱ δὲ γυναῖκες τῶν Γαλατῶν οὐ μόνον τοῖς μεγέθεσι παραπλήσιοι τοῖς ἀνδράσιν εἰσίν, ἀλλὰ καὶ ταῖς ἀλκαῖς ἐνάμιλλοι.
加拉太人的妇女不仅在体格上与男子相仿,而且在勇气上也不相上下。
τὰ δὲ παιδία παρʼ αὐτοῖς ἐκ γενετῆς ὑπάρχει πολιὰ κατὰ τὸ πλεῖστον· προβαίνοντα δὲ ταῖς ἡλικίαις εἰς τὸ τῶν πατέρων χρῶμα ταῖς χρόαις μετασχηματίζεται.
他们的孩子出生时大都头发花白,但随着年龄的增长,其肤色会发生改变,变成他们父亲的颜色。
§5.32.3ἀγριωτάτων δʼ ὄντων τῶν ὑπὸ τὰς ἄρκτους κατοικούντων καὶ τῶν τῇ Σκυθίᾳ πλησιοχώρων, φασί τινας ἀνθρώπους ἐσθίειν, ὥσπερ καὶ τῶν Βρεττανῶν τοὺς κατοικοῦντας τὴν ὀνομαζομένην Ἴριν.
由于居住在北方和斯基泰邻近地区的人最为凶猛,据说他们中有些人吃人,就像居住在被称为伊里斯的地方的那些不列颠人一样。
§5.32.4διαβεβοημένης δὲ τῆς τούτων ἀλκῆς καὶ ἀγριότητος, φασί τινες ἐν τοῖς παλαιοῖς χρόνοις τοὺς τὴν Ἀσίαν ἅπασαν καταδραμόντας, ὀνομαζομένους δὲ Κιμμερίους, τούτους εἶναι, βραχὺ τοῦ χρόνου τὴν λέξιν φθείραντος ἐν τῇ τῶν καλουμένων Κίμβρων προσηγορίᾳ.
由于这些人的英勇和残暴名声远扬,有人说,在古代横扫整个亚洲、被称为辛梅里安人的人,就是这些人,只是时间稍微侵蚀了这个词,变成了如今被称为辛布里人的称呼。
ζηλοῦσι γὰρ ἐκ παλαιοῦ λῃστεύειν ἐπὶ τὰς ἀλλοτρίας χώρας ἐπερχόμενοι καὶ καταφρονεῖν ἁπάντων.
因为他们自古以来就热衷于侵入他国领土进行掠夺,并且轻视所有人。
§5.32.5οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν Ῥώμην ἑλόντες, τὸ δὲ ἱερὸν τὸ ἐν Δελφοῖς συλήσαντες, καὶ πολλὴν μὲν τῆς Εὐρώπης, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας φορολογήσαντες, καὶ τῶν καταπολεμηθέντων τὴν χώραν κατοικήσαντες, οἱ διὰ τὴν πρὸς τοὺς Ἕλληνας ἐπιπλοκὴν Ἑλληνογαλάται κληθέντες, τὸ δὲ τελευταῖον πολλὰ καὶ μεγάλα στρατόπεδα Ῥωμαίων συντρίψαντες.
因为正是这些人攻占了罗马,洗劫了德尔斐的神庙,向欧洲的大部分地区以及亚洲的不小部分征收贡赋,并在被他们征服的人的土地上定居,他们由于与希腊人交往而被称为希腊-加拉太人,并且在最后粉碎了罗马的许多大军。
§5.32.6ἀκολούθως δὲ τῇ κατʼ αὐτοὺς ἀγριότητι καὶ περὶ τὰς θυσίας ἐκτόπως ἀσεβοῦσι· τοὺς γὰρ κακούργους κατὰ πενταετηρίδα φυλάξαντες ἀνασκολοπίζουσι τοῖς θεοῖς καὶ μετʼ ἄλλων πολλῶν ἀπαρχῶν καθαγίζουσι, πυρὰς παμμεγέθεις κατασκευάζοντες.
与他们的残酷相一致,他们在祭祀方面也极为不敬;他们将罪犯关押五年后,为了神明而将其钉在木桩上,并与许多其他初熟之物一起,建造巨大的柴堆进行焚烧献祭。
χρῶνται δὲ καὶ τοῖς αἰχμαλώτοις ὡς ἱερείοις πρὸς τὰς τῶν θεῶν τιμάς.
他们还把俘虏当作牺牲,用于对神明的敬奉。
τινὲς δʼ αὐτῶν καὶ τὰ κατὰ πόλεμον ληφθέντα ζῷα μετὰ τῶν ἀνθρώπων ἀποκτείνουσιν ἢ κατακάουσιν ἤ τισιν ἄλλαις τιμωρίαις ἀφανίζουσι.
他们中的一些人还将战争中捕获的动物与人一同杀死、烧毁,或用其他惩罚方式予以消灭。
§5.32.7γυναῖκας δʼ ἔχοντες εὐειδεῖς ἥκιστα ταύταις προσέχουσιν, ἀλλὰ πρὸς τὰς τῶν ἀρρένων ἐπιπλοκὰς ἐκτόπως λυττῶσιν.
他们虽然拥有美貌的妻子,却极少关注她们,反而对男性的交合表现出异乎寻常的狂热。
εἰώθασι δʼ ἐπὶ δοραῖς θηρίων χαμαὶ καθεύδοντες ἐξ ἀμφοτέρων τῶν μερῶν παρακοίτοις συγκυλίεσθαι.
他们习惯于睡在野兽皮铺成的地上,与左右两侧的同床者交缠在一起。
τὸ δὲ πάντων παραδοξότατον, τῆς ἰδίας εὐσχημοσύνης ἀφροντιστοῦντες τὴν τοῦ σώματος ὥραν ἑτέροις εὐκόλως προΐενται, καὶ τοῦτο αἰσχρὸν οὐχ ἡγοῦνται, ἀλλὰ μᾶλλον ὅταν τις αὐτῶν χαριζομένων μὴ προσδέξηται τὴν διδομένην χάριν, ἄτιμον ἡγοῦνται.
最令人感到不可思议的是,他们不在乎自己的尊严,却轻易地将自己的青春肉体献给他人,且并不认为这很可耻;相反,当他们中有人主动献出好意,而对方不接受这给予的恩惠时,他们会认为这是一种耻辱。

词汇与语法注释

  1. 5.32.1ὀνομάζουσι — ὀνομάζουσι(他们称)及 προσαγορεύουσιν(他们称呼)的主语在原文中未明示,系指一般希腊人或撰述者的不特定第三人称复数。
  2. 5.32.3ἀγριωτάτων δʼ ὄντων — ἀγριωτάτων δʼ ὄντων τῶν ὑπὸ τὰς ἄρκτους κατοικούντων... 是属格独立分词结构,表示原因或背景状况(“由于居住在北方的人最为凶猛”),与主句的非人称动词 φασί(据说)相连。
  3. 5.32.4τούτους εἶναι — 在对格不定式结构(间接引语) φασί τινες ... τοὺς τὴν Ἀσίαν ἅπασαν καταδραμόντας ... τούτους εἶναι 中,τούτους(这些人[加拉太人])作为不定式 εἶναι 的表语,而 τοὺς καταδραμόντας(横扫亚洲的人)作为主语,断言古代的辛梅里安人与现代的高卢人(加拉太人)是同一批人。
  4. 5.32.7τὸ δὲ πάντων παραδοξότατον — 句首的 τὸ δὲ πάντων παραδοξότατον 是主格(或句同格对格)的惯用表达,起句副词作用,用以强调后文所述内容的奇异性。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.32.1-5.32.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.32.1-5.32.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。