Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.33.1-5.33.5

ケルティベリア人の起源と武具と習俗

355 / 406 箇所 · ギリシア語

要旨

著者は記述の対象をケルティベリア人に移し、彼らの民族的起源や武勇、特徴的な武器の製造方法、および尿を用いた奇妙な衛生習慣について詳述する。

§5.33.1ἡμεῖς δʼ ἀρκούντως περὶ Κελτῶν εἰρηκότες μεταβιβάσομεν τὴν ἱστορίαν ἐπὶ τοὺς πλησιοχώρους τούτοις Κελτίβηρας.
私たちはケルト人について十分に語ったので、記述を彼らに隣接するケルティベリア人に移行させることにする。
οὗτοι γὰρ τὸ παλαιὸν περὶ τῆς χώρας ἀλλήλοις διαπολεμήσαντες, οἵ τε Ἴβηρες καὶ οἱ Κελτοί, καὶ μετὰ ταῦτα διαλυθέντες καὶ τὴν χώραν κοινῇ κατοικήσαντες, ἔτι δʼ ἐπιγαμίας πρὸς ἀλλήλους συνθέμενοι, διὰ τὴν ἐπιμιξίαν ταύτης ἔτυχον τῆς προσηγορίας.
というのも、彼ら、すなわちイベリア人とケルト人は、古くは土地をめぐって互いに戦い、その後に和解して土地に共同で居住し、さらに互いに通婚の合意を結んだので、この混交によってこの名称を得たのである。
δυεῖν δʼ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑποκειμένης ἀγαθῆς, συνέβη τοὺς Κελτίβηρας ἐπὶ πολὺ τῇ δόξῃ προελθεῖν, καὶ Ῥωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι.
二つの勇敢な民族が混じり合い、土台となる土地も優れていたので、ケルティベリア人が名声において大いに前進することになり、ローマ人に長年の間対抗して、かろうじて打ち負かされることになった。
§5.33.2δοκοῦσι δʼ οὗτοι κατὰ τοὺς πολέμους οὐ μόνον ἱππεῖς ἀγαθούς, ἀλλὰ καὶ πεζοὺς παρέχεσθαι διαφόρους ταῖς ἀλκαῖς καὶ ταῖς καρτερίαις.
彼らは戦争において、優秀な騎兵だけでなく、武勇と忍耐力において並外れた歩兵をも提供しているとみなされている。
φοροῦσι δʼ οὗτοι σάγους μέλανας τραχεῖς καὶ παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν.
彼らは黒く粗い外套を着用しており、その羊毛はヤギの毛に酷似している。
§5.33.3ὁπλίζονται δέ τινες τῶν Κελτιβήρων Γαλατικοῖς θυρεοῖς κούφοις, τινὲς δὲ κυρτίαις κυκλοτερέσιν ἀσπίδων ἐχούσαις τὰ μεγέθη, καὶ περὶ τὰς κνήμας τριχίνας εἰλοῦσι κνημῖδας, περὶ δὲ τὰς κεφαλὰς κράνη χαλκᾶ περιτίθενται φοινικοῖς ἠσκημένα λόφοις.
ケルティベリア人の一部は軽いガラティア式の長盾で武装し、また別の一部は、通常の盾の大きさを有する円形の丸盾で武装している。 そして、すねの周りには毛製のすね当てを巻き、頭の周りには真紅の房飾りで装飾された青銅の兜をかぶる。
ξίφη δʼ ἀμφίστομα καὶ σιδήρῳ διαφόρῳ κεχαλκευμένα φοροῦσιν, ἔχοντες σπιθαμιαίας παραξιφίδας, αἷς χρῶνται κατὰ τὰς ἐν ταῖς μάχαις συμπλοκάς.
彼らは両刃の、そして優れた鉄で鍛えられた剣を携え、1スパンほどの長さの短剣を持っており、それらを戦闘における接近戦の際に用いる。
§5.33.4ἴδιον δέ τι παρʼ αὐτοῖς ἐστι περὶ τὴν τῶν ἀμυντηρίων κατασκευήν·
また、防具の製造に関して、彼らの間には独特な点がある。
ἐλάσματα γὰρ σιδήρου κατακρύπτουσιν εἰς τὴν γῆν, καὶ ταῦτα ἐῶσι μέχρι ἂν ὅτου διὰ τὸν χρόνον τοῦ ἰοῦ περιφαγόντος τὸ ἀσθενὲς τοῦ σιδήρου καταλειφθῇ τὸ στερεώτατον, ἐξ οὗ κατασκευάζουσι διάφορα ξίφη καὶ τἄλλα τὰ πρὸς πόλεμον ἀνήκοντα.
というのも、彼らは鉄の板を地中に埋め、時間の経過によって錆が鉄の弱い部分を食い尽くし、最も頑丈な部分だけが残されるまでそれらを放置し、そこから優れた剣や、その他戦争に関する武具を製造するからである。
τὸ δʼ οὕτω κατασκευασθὲν ὅπλον πᾶν τὸ ὑποπεσὸν διαιρεῖ, ἀφʼ οὗπερ οὔτε θυρεὸς οὔτε κράνος οὔτε ὀστοῦν ὑπομένει τὴν πληγὴν διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς τοῦ σιδήρου.
このようにして作られた武器は、その下に当たるものをすべて切り裂く。 それゆえ、鉄の卓越した品質のために、長盾も兜も骨も、その一撃に耐えることはできない。
§5.33.5διμάχαι δʼ ὄντες, ἐπειδὰν ἀπὸ τῶν ἵππων ἀγωνισάμενοι νικήσωσι, καταπηδῶντες καὶ τὴν τῶν πεζῶν τάξιν μεταλαμβάνοντες θαυμαστὰς ποιοῦνται μάχας.
彼らは騎歩両用の戦士であり、馬上での戦闘で優勢を得ると、飛び降りて歩兵の隊列に加わり、驚くべき戦闘を行う。
ἴδιον δέ τι καὶ παράδοξον νόμιμον παρʼ αὐτοῖς ἐστιν·
また、彼らの間には独特で奇妙な慣習がある。
ἐπιμελεῖς γὰρ ὄντες καὶ καθάρειοι ταῖς διαίταις ἓν ἔργον ἐπιτηδεύουσι βάναυσον καὶ πολλῆς ἀκαθαρσίας κεκοινωνηκός·
というのも、彼らは暮らしぶりにおいて几帳面で清潔であるにもかかわらず、卑俗で大いなる不潔さを伴う一つの行為を習慣としているからである。
παρʼ ἕκαστα γὰρ τὸ σῶμα λοῦσιν οὔρῳ, καὶ τοὺς ὀδόντας παρατρίβοντες ταύτην ἡγοῦνται θεραπείαν εἶναι τοῦ σώματος.
彼らはことあるごとに尿で体を洗い、歯を磨いて、これこそが身体のケアであると考えている。

語釈・文法注

  1. 5.33.1δυεῖν δʼ ἐθνῶν ἀλκίμων μιχθέντων καὶ χώρας ὑποκειμένης ἀγαθῆς — 属格独立構文(genitive absolute)。二つの原因(民族の混交と肥沃な土地)を並列して示し、主節の `συνέβη`(~という結果になった)に係る。
  2. 5.33.1καὶ Ῥωμαίοις πολλοὺς χρόνους ἀντιταξαμένους μόγις καταπολεμηθῆναι — 不定詞 `καταπολεμηθῆναι` は `συνέβη` の主語(対格不定詞構文の一部)。その意味上の主語(対格)は前節から継続している `τοὺς Κελτίβηρας` であり、分詞 `ἀντιταξαμένους` もそれに一致して男性・複数・対格となっている。
  3. 5.33.2παραπλήσιον ἔχοντας τὸ ἔριον ταῖς αἰγείαις θριξίν — 外套(`σάγους`)に係る分詞句。`ἔχοντας` は `σάγους` に一致する対格。`παραπλήσιον` は目的語 `τὸ ἔριον`(その羊毛)の述語的形容詞。「その羊毛がヤギの毛に似ている外套」と訳される。
  4. 5.33.4μέχρι ἂν ὅτου ... καταλειφθῇ — 接続法 `καταλειφθῇ` を伴う時間節(`μέχρι ἂν ὅτου`)で、将来の不確定な限界(~となる時まで)を表す。その節の内部で、`τοῦ ἰοῦ περιφαγόντος` が属格独立(genitive absolute)として機能している。
  5. 5.33.5ἐπιμελεῖς γὰρ ὄντες καὶ καθάρειοι ταῖς διαίταις — 主節の動詞 `ἐπιτηδεύουσι` にかかる分詞 `ὄντες` は譲歩(~であるにもかかわらず)の意味で解釈される。続く主節で「不潔さを伴う行為を習慣としている」という鋭い対比が述べられているためである。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.33.1-5.33.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.33.1-5.33.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。