§5.31.1αὐτοὶ δʼ εἰσὶ τὴν πρόσοψιν καταπληκτικοὶ καὶ ταῖς φωναῖς βαρυηχεῖς καὶ παντελῶς τραχύφωνοι, κατὰ δὲ τὰς ὁμιλίας βραχυλόγοι καὶ αἰνιγματίαι·
他们的外表令人畏惧,声音低沉且完全沙哑,但在交谈中言语简短且令人费解。
πολλὰ δὲ λέγοντες ἐν ὑπερβολαῖς ἐπʼ αὐξήσει μὲν ἑαυτῶν, μειώσει δὲ τῶν ἄλλων, ἀπειληταί τε καὶ ἀνατατικοὶ καὶ τετραγῳδημένοι ὑπάρχουσι, ταῖς δὲ διανοίαις ὀξεῖς καὶ πρὸς μάθησιν οὐκ ἀφυεῖς.
他们常常夸大其词地说话,以此抬高自己并贬低他人,显得气势汹汹、傲慢自大且戏剧般夸张,但他们的智力敏锐,并且并非没有学习的资质。
§5.31.2εἰσὶ δὲ παρʼ αὐτοῖς καὶ ποιηταὶ μελῶν, οὓς βάρδους ὀνομάζουσιν.
在他们中间也有抒情诗歌的创作者,他们称之为巴德。
οὗτοι δὲ μετʼ ὀργάνων ταῖς λύραις ὁμοίων ᾅδοντες οὓς μὲν ὑμνοῦσιν, οὓς δὲ βλασφημοῦσι.
这些人伴着类似于里拉琴的乐器歌唱,赞美一些人,同时也诽谤另一些人。
φιλόσοφοί τέ τινές εἰσι καὶ θεολόγοι περιττῶς τιμώμενοι, οὓς δρουίδας ὀνομάζουσι.
还有一些备受尊崇的哲学家和神学家,他们称之为德鲁伊。
§5.31.3χρῶνται δὲ καὶ μάντεσιν, ἀποδοχῆς μεγάλης ἀξιοῦντες αὐτούς·
他们也使用占卜师,对他们非常尊崇。
οὗτοι δὲ διά τε τῆς οἰωνοσκοπίας καὶ διὰ τῆς τῶν ἱερείων θυσίας τὰ μέλλοντα προλέγουσι, καὶ πᾶν τὸ πλῆθος ἔχουσιν ὑπήκοον.
这些占卜师通过鸟占和祭祀牺牲来预言未来,并使全体民众都顺从他们。
μάλιστα δʼ ὅταν περί τινων μεγάλων ἐπισκέπτωνται, παράδοξον καὶ ἄπιστον ἔχουσι νόμιμον· ἄνθρωπον γὰρ κατασπείσαντες τύπτουσι μαχαίρᾳ κατὰ τὸν ὑπὲρ τὸ διάφραγμα τόπον, καὶ πεσόντος τοῦ πληγέντος ἐκ τῆς πτώσεως καὶ τοῦ σπαραγμοῦ τῶν μελῶν, ἔτι δὲ τῆς τοῦ αἵματος ῥύσεως τὸ μέλλον νοοῦσι, παλαιᾷ τινι καὶ πολυχρονίῳ παρατηρήσει περὶ τούτων πεπιστευκότες.
特别是当他们对某些重大事情进行探讨时,他们有一种奇特且令人难以置信的习俗:他们将一个人献祭,用短剑刺其横膈膜上方的部位,在此人被刺倒地时,他们根据其倒地的方式、肢体的抽搐以及血液的流向来预知未来,因为他们基于对这些现象长期且古老的观察而笃信不疑。
§5.31.4ἔθος δʼ αὐτοῖς ἐστι μηδένα θυσίαν ποιεῖν ἄνευ φιλοσόφου·
他们的习俗是,没有哲学家在场,任何人不得进行祭祀。
διὰ γὰρ τῶν ἐμπείρων τῆς θείας φύσεως ὡσπερεί τινων ὁμοφώνων τὰ χαριστήρια τοῖς θεοῖς φασι δεῖν προσφέρειν, καὶ διὰ τούτων οἴονται δεῖν τἀγαθὰ αἰτεῖσθαι.
因为他们说,必须通过熟悉神性的人,如同通过与神明同语的代言人一般,向神明奉献谢恩祭,而且他们认为必须通过这些人来祈求福祉。
§5.31.5οὐ μόνον δʼ ἐν ταῖς εἰρηνικαῖς χρείαις, ἀλλὰ καὶ κατὰ τοὺς πολέμους τούτοις μάλιστα πείθονται καὶ τοῖς μελῳδοῦσι ποιηταῖς, οὐ μόνον οἱ φίλοι, ἀλλὰ καὶ οἱ πολέμιοι·
不仅在和平时期,而且在战争中,他们最服从这些人以及歌唱的诗人们,不仅朋友如此,敌人也是如此。
πολλάκις δʼ ἐν ταῖς παρατάξεσι πλησιαζόντων ἀλλήλοις τῶν στρατοπέδων καὶ τοῖς ξίφεσιν ἀνατεταμένοις καὶ ταῖς λόγχαις προβεβλημέναις, εἰς τὸ μέσον οὗτοι προελθόντες παύουσιν αὐτούς, ὥσπερ τινὰ θηρία κατεπᾴσαντες.
常常在战阵中,两军相互逼近,长剑已经拔出,长枪已经向前刺出,这些人走到两军中间阻止他们,就好像用咒语驯服了某种野兽一般。
οὕτω καὶ παρὰ τοῖς ἀγριωτάτοις βαρβάροις ὁ θυμὸς εἴκει τῇ σοφίᾳ καὶ ὁ Ἄρης αἰδεῖται τὰς Μούσας.
因此,即使在最凶猛的蛮族中,愤怒也会屈服于智慧,阿瑞斯也会敬畏缪斯。