§5.32.1χρήσιμον δʼ ἐστὶ διορίσαι τὸ παρὰ πολλοῖς ἀγνοούμενον.
多くの人に知られていないことを明確にしておくことは有益である。
τοὺς γὰρ ὑπὲρ Μασσαλίας κατοικοῦντας ἐν τῷ μεσογείῳ καὶ τοὺς παρὰ τὰς Ἄλπεις, ἔτι δὲ τοὺς ἐπὶ τάδε τῶν Πυρηναίων ὀρῶν Κελτοὺς ὀνομάζουσι, τοὺς δʼ ὑπὲρ ταύτης τῆς Κελτικῆς εἰς τὰ πρὸς ἄρκτον νεύοντα μέρη παρά τε τὸν ὠκεανὸν καὶ τὸ Ἑρκύνιον ὄρος καθιδρυμένους καὶ πάντας τοὺς ἑξῆς μέχρι τῆς Σκυθίας Γαλάτας προσαγορεύουσιν·
というのも、マッサリアの奥地の内陸に住む人々や、アルプス沿いに住む人々、さらにピレネー山脈のこちら側に住む人々を、人々はケルト人と呼び、このケルト人の地の奥、北に傾く地方、大洋やヘルキュニアの森の近くに定住している人々、およびスキティアに至るまでのその後に続くすべての人々を、ガラティア人と呼んでいるからである。
οἱ δὲ Ῥωμαῖοι πάλιν πάντα ταῦτα τὰ ἔθνη συλλήβδην μιᾷ προσηγορίᾳ περιλαμβάνουσιν, ὀνομάζοντες Γαλάτας ἅπαντας.
一方、ローマ人は逆に、これらすべての諸民族を一括して一つの名称で包括し、すべてをガラティア人と呼んでいる。
§5.32.2αἱ δὲ γυναῖκες τῶν Γαλατῶν οὐ μόνον τοῖς μεγέθεσι παραπλήσιοι τοῖς ἀνδράσιν εἰσίν, ἀλλὰ καὶ ταῖς ἀλκαῖς ἐνάμιλλοι.
ガラティア人の女性たちは、体格において男たちに似ているだけでなく、力においても匹敵している。
τὰ δὲ παιδία παρʼ αὐτοῖς ἐκ γενετῆς ὑπάρχει πολιὰ κατὰ τὸ πλεῖστον· προβαίνοντα δὲ ταῖς ἡλικίαις εἰς τὸ τῶν πατέρων χρῶμα ταῖς χρόαις μετασχηματίζεται.
また、彼らの間では、子供たちは生まれたときから大抵は髪が白く、成長するにつれて、色合いが父親たちの色へと変化していく。
§5.32.3ἀγριωτάτων δʼ ὄντων τῶν ὑπὸ τὰς ἄρκτους κατοικούντων καὶ τῶν τῇ Σκυθίᾳ πλησιοχώρων, φασί τινας ἀνθρώπους ἐσθίειν, ὥσπερ καὶ τῶν Βρεττανῶν τοὺς κατοικοῦντας τὴν ὀνομαζομένην Ἴριν.
北方に住む人々やスキティアの隣接地に住む人々が最も凶暴である中で、彼らのうちのある人々は人間を食べると言われている。 それはちょうど、ブリテン人のうちで、イリスと呼ばれる島に住む人々がそうであるように。
§5.32.4διαβεβοημένης δὲ τῆς τούτων ἀλκῆς καὶ ἀγριότητος, φασί τινες ἐν τοῖς παλαιοῖς χρόνοις τοὺς τὴν Ἀσίαν ἅπασαν καταδραμόντας, ὀνομαζομένους δὲ Κιμμερίους, τούτους εἶναι, βραχὺ τοῦ χρόνου τὴν λέξιν φθείραντος ἐν τῇ τῶν καλουμένων Κίμβρων προσηγορίᾳ.
彼らの武勇と凶暴さが世に知れ渡っているため、古代にアジア全土を荒らし回りキメリア人と呼ばれた人々は彼らのことである、と語る者たちがいる。 時間が経つにつれてその言葉が少し訛り、キンブリ人と呼ばれるようになったのである。
ζηλοῦσι γὰρ ἐκ παλαιοῦ λῃστεύειν ἐπὶ τὰς ἀλλοτρίας χώρας ἐπερχόμενοι καὶ καταφρονεῖν ἁπάντων.
というのも、彼らは古くから他国に侵入して略奪することを熱望し、すべての人々を軽蔑しているからである。
§5.32.5οὗτοι γάρ εἰσιν οἱ τὴν μὲν Ῥώμην ἑλόντες, τὸ δὲ ἱερὸν τὸ ἐν Δελφοῖς συλήσαντες, καὶ πολλὴν μὲν τῆς Εὐρώπης, οὐκ ὀλίγην δὲ καὶ τῆς Ἀσίας φορολογήσαντες, καὶ τῶν καταπολεμηθέντων τὴν χώραν κατοικήσαντες, οἱ διὰ τὴν πρὸς τοὺς Ἕλληνας ἐπιπλοκὴν Ἑλληνογαλάται κληθέντες, τὸ δὲ τελευταῖον πολλὰ καὶ μεγάλα στρατόπεδα Ῥωμαίων συντρίψαντες.
なぜなら、ローマを占領し、デルポイの神殿を略奪し、ヨーロッパの多く、アジアの少なからぬ部分に朝貢を課し、打ち負かした者たちの土地に定住し、ギリシア人との交わりからギリシア・ガラティア人と呼ばれた者たち、そして最後に、ローマの多くの大軍を粉砕した者たちこそが、彼らだからである。
§5.32.6ἀκολούθως δὲ τῇ κατʼ αὐτοὺς ἀγριότητι καὶ περὶ τὰς θυσίας ἐκτόπως ἀσεβοῦσι·
彼ら自身の凶暴さにふさわしく、犠牲式に関しても並外れて不信心なことを行う。
τοὺς γὰρ κακούργους κατὰ πενταετηρίδα φυλάξαντες ἀνασκολοπίζουσι τοῖς θεοῖς καὶ μετʼ ἄλλων πολλῶν ἀπαρχῶν καθαγίζουσι, πυρὰς παμμεγέθεις κατασκευάζοντες.
というのも、悪人たちを五年間拘留した後に、神々のために串刺しにし、巨大な火葬壇を作って、他の多くの初物とともに聖火で焼き尽くすからである。
χρῶνται δὲ καὶ τοῖς αἰχμαλώτοις ὡς ἱερείοις πρὸς τὰς τῶν θεῶν τιμάς.
また、捕虜たちをも神々の誉れのための犠牲獣として用いる。
τινὲς δʼ αὐτῶν καὶ τὰ κατὰ πόλεμον ληφθέντα ζῷα μετὰ τῶν ἀνθρώπων ἀποκτείνουσιν ἢ κατακάουσιν ἤ τισιν ἄλλαις τιμωρίαις ἀφανίζουσι.
そして彼らのうちのある人々は、戦争で捕らえた動物たちをも、人間とともに殺すか、焼き尽くすか、あるいは他の何らかの刑罰によって消し去ってしまう。
§5.32.7γυναῖκας δʼ ἔχοντες εὐειδεῖς ἥκιστα ταύταις προσέχουσιν, ἀλλὰ πρὸς τὰς τῶν ἀρρένων ἐπιπλοκὰς ἐκτόπως λυττῶσιν.
彼らは容姿の美しい妻たちを持っていながら、彼女たちにはほとんど注意を払わず、男同士の交わりに対して並外れて狂奔している。
εἰώθασι δʼ ἐπὶ δοραῖς θηρίων χαμαὶ καθεύδοντες ἐξ ἀμφοτέρων τῶν μερῶν παρακοίτοις συγκυλίεσθαι.
彼らは野獣の皮の上に地べたで眠り、両側に寝床を共にする者を置いて転げ回る習慣がある。
τὸ δὲ πάντων παραδοξότατον, τῆς ἰδίας εὐσχημοσύνης ἀφροντιστοῦντες τὴν τοῦ σώματος ὥραν ἑτέροις εὐκόλως προΐενται, καὶ τοῦτο αἰσχρὸν οὐχ ἡγοῦνται, ἀλλὰ μᾶλλον ὅταν τις αὐτῶν χαριζομένων μὴ προσδέξηται τὴν διδομένην χάριν, ἄτιμον ἡγοῦνται.
そして何よりも奇妙なことに、自分自身の体面を気にかけず、肉体の美しさを他者に容易に提供し、これを恥ずべきこととは考えず、むしろ、自分たちが好意を提供しているのにその与えられた好意を受け取らない者がいると、それを不名誉とみなすのである。