§5.3.1καὶ τῆς ἁρπαγῆς τῆς κατὰ τὴν Κόρην ἐν ταύτῃ γενομένης ἀπόδειξιν εἶναι λέγουσι φανερωτάτην ὅτι τὰς διατριβὰς αἱ θεαὶ κατὰ ταύτην τὴν νῆσον ἐποιοῦντο διὰ τὸ στέργεσθαι μάλιστα παρʼ αὐταῖς ταύτην.
そして、コレの誘拐がこの島で起きたことの最も明白な証拠は、女神たちがこの島を自分たちに最も愛されているがゆえにここを住処にしていたことである、と彼らは述べている。
§5.3.2γενέσθαι δὲ μυθολογοῦσι τὴν ἁρπαγὴν τῆς Κόρης ἐν τοῖς λειμῶσι τοῖς κατὰ τὴν Ἔνναν.
また、コレの誘拐はエンナの辺りにある野原で起きた、と彼らは神話に語っている。
ἔστι δʼ ὁ τόπος οὗτος πλησίον μὲν τῆς πόλεως, ἴοις δὲ καὶ τοῖς ἄλλοις ἄνθεσι παντοδαποῖς ἐκπρεπὴς καὶ τῆς θεᾶς ἄξιος.
この場所は都市の近くにあり、スミレやその他のあらゆる種類の花々で際立っており、女神にふさわしい。
διὰ δὲ τὴν ἀπὸ τῶν φυομένων ἀνθῶν εὐωδίαν λέγεται τοὺς κυνηγεῖν εἰωθότας κύνας μὴ δύνασθαι στιβεύειν, ἐμποδιζομένους τὴν φυσικὴν αἴσθησιν.
また、生い茂る花々から漂う香気のために、狩猟に慣れた犬たちはその自然な感覚を妨げられ、獲物の足跡を追うことができないと言われている。
ἔστι δʼ ὁ προειρημένος λειμὼν ἄνωθεν μὲν ὁμαλὸς καὶ παντελῶς εὔυδρος, κύκλῳ δʼ ὑψηλὸς καὶ πανταχόθεν κρημνοῖς ἀπότομος.
前述の野原は上部は平坦で、極めて水に恵まれており、周囲は高く、四方は険しい崖で切り立っている。
δοκεῖ δʼ ἐν μέσῳ κεῖσθαι τῆς ὅλης νήσου, διὸ καὶ Σικελίας ὀμφαλὸς ὑπό τινων προσαγορεύεται.
そして、島全体のちょうど中心に位置しているように見え、そのため、ある人々からは「シケリアのへそ」とも呼ばれている。
§5.3.3ἔχει δὲ καὶ πλησίον ἄλση καὶ περὶ ταῦτα ἕλη, καὶ σπήλαιον εὐμέγεθες, ἔχον χάσμα κατάγειον πρὸς τὴν ἄρκτον νενευκός, δι’ οὗ μυθολογοῦσι τὸν Πλούτωνα μεθʼ ἅρματος ἐπελθόντα ποιήσασθαι τὴν ἁρπαγὴν τῆς Κόρης.
その近くにはまた、木立ちと、それらの周囲に沼地があり、さらに大きな洞窟があって、北に向かって開いた地下の裂け目を有しており、それを通ってプルトンが戦車を伴って現れ、コレの誘拐を行ったと神話に語られている。
τὰ δὲ ἴα καὶ τῶν ἄλλων ἀνθῶν τὰ παρεχόμενα τὴν εὐωδίαν παραδόξως διʼ ὅλου τοῦ ἐνιαυτοῦ παραμένειν θάλλοντα καὶ τὴν ὅλην πρόσοψιν §5.3.4ἀνθηρὰν καὶ ἐπιτερπῆ παρεχόμενα.
そして、スミレや香気を放つ他の花々は、不思議なことに一年中咲き誇ったまま留まり、全体の光景を華やかで愉快なものにしている。
%5 μυθολογοῦσι δὲ μετὰ τῆς Κόρης τὰς τῆς ὁμοίας παρθενίας ἠξιωμένας Ἀθηνᾶν τε καὶ Ἄρτεμιν συντρεφομένας συνάγειν μετʼ αὐτῆς τὰ ἄνθη καὶ κατασκευάζειν κοινῇ τῷ πατρὶ Διὶ τὸν πέπλον.
%5 また神話では、コレとともに、同様の処女性を尊ばれたアテナとアルテミスが、ともに育てられつつ、彼女と一緒に花を集め、父ゼウスのために共同でペプロスを仕立てていたと語られている。
διὰ δὲ τὰς μετʼ ἀλλήλων διατριβάς τε καὶ ὁμιλίας ἁπάσας στέρξαι τὴν νῆσον ταύτην μάλιστα, καὶ λαχεῖν ἑκάστην αὐτῶν χώραν, τὴν μὲν Ἀθηνᾶν ἐν τοῖς περὶ τὸν Ἱμέραν μέρεσιν, ἐν οἷς τὰς μὲν Νύμφας χαριζομένας Ἀθηνᾷ τὰς τῶν θερμῶν ὑδάτων ἀνεῖναι πηγὰς κατὰ τὴν Ἡρακλέους παρουσίαν, τοὺς δʼ ἐγχωρίους πόλιν αὐτῇ καθιερῶσαι καὶ χώραν τὴν ὀνομαζομένην μέχρι τοῦ νῦν Ἀθήναιον·
そして、お互いに過ごした時間や交わりを通じて、彼女たちはみなこの島を最も愛するようになり、それぞれが土地を授かった。 アテナはヒメラの周辺の地域を得たが、そこでは、ニュンペーたちがアテナへの好意として、ヘラクレスの到来の際に温水の泉を湧き出させ、土地の者たちは彼女に都市と、今日までアテナイオンと呼ばれている土地を捧げた。
§5.3.5τὴν δʼ Ἄρτεμιν τὴν ἐν ταῖς Συρακούσαις νῆσον λαβεῖν παρὰ τῶν θεῶν τὴν ἀπʼ ἐκείνης Ὀρτυγίαν ὑπό τε τῶν χρησμῶν καὶ τῶν ἀνθρώπων ὀνομασθεῖσαν.
また、アルテミスはシュラクサイにある島を神々から受け取ったが、それは神託と人々によって、彼女にちなんでオルテュギアと名づけられた。
ὁμοίως δὲ καὶ κατὰ τὴν νῆσον ταύτην ἀνεῖναι τὰς Νύμφας ταύτας χαριζομένας τῇ Ἀρτέμιδι μεγίστην πηγὴν τὴν ὀνομαζομένην Ἀρέθουσαν.
同様に、この島においても、ニュンペーたちはアルテミスへの好意として、アレトゥサと呼ばれる極めて大きな泉を湧き出させた。
§5.3.6ταύτην δʼ οὐ μόνον κατὰ τοὺς ἀρχαίους χρόνους ἔχειν μεγάλους καὶ πολλοὺς ἰχθῦς, ἀλλὰ καὶ κατὰ τὴν ἡμετέραν ἡλικίαν διαμένειν συμβαίνει τούτους, ἱεροὺς ὄντας καὶ ἀθίκτους ἀνθρώποις·
この泉は、古代において大きく多くの魚を有していただけでなく、私たちの時代においても、それらが人間に神聖で不可触のものとして留まり続けている。
ἐξ ὧν πολλάκις τινῶν κατὰ τὰς πολεμικὰς περιστάσεις φαγόντων, παραδόξως ἐπεσήμηνε τὸ θεῖον καὶ μεγάλαις συμφοραῖς περιέβαλε τοὺς τολμήσαντας προσενέγκασθαι·
戦時の窮状において、しばしば何人かの人々がこれらを食べた際、神的な力が不思議なことに予兆を示し、あえて口にした者たちに大きな災いをもたらした。
περὶ ὧν ἀκριβῶς ἀναγράψομεν ἐν τοῖς οἰκείοις χρόνοις.
これらについては、ふさわしい時期に詳細に記録することにしよう。