§5.2.1καὶ ταύτην τὴν βίβλον ἐπιγράφοντες νησιωτικὴν ἀκολούθως τῇ γραφῇ περὶ πρώτης τῆς Σικελίας ἐροῦμεν, ἐπεὶ καὶ κρατίστη τῶν νήσων ἐστὶ καὶ τῇ παλαιότητι τῶν μύθολογουμένων πεπρώτευκεν.
按照我们的撰写计划,我们将本卷命名为《群岛书》,并首先讲述西西里,因为它是群岛中最卓越的,且在所传神话的古老性上名列第一。
ἡ γὰρ νῆσος τὸ παλαιὸν ἀπὸ μὲν τοῦ σχήματος Τρινακρία κληθεῖσα, ἀπὸ δὲ τῶν κατοικησάντων αὐτὴν Σικανῶν Σικανία προσαγορευθεῖσα, τὸ τελευταῖον ἀπὸ Σικελῶν τῶν ἐκ τῆς Ἰταλίας πανδημεὶ περαιωθέντων ὠνόμοσται Σικελία.
因为这座岛屿在古代因其形状而被称为特里纳克里亚,后因居住于此的西卡尼人而被称作西卡尼亚,最后因从意大利成群迁居而来的西克尔人而被命名为西西里。
§5.2.2ἔστι δʼ αὐτῆς ἡ περίμετρος σταδίων ὡς τετρακισχιλίων τριακοσίων ἑξήκοντα· τῶν γὰρ τριῶν πλευρῶν ἡ μὲν ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸ Λιλύβαιον ὑπάρχει σταδίων χιλίων ἑπτακοσίων, ἡ δʼ ἀπὸ Λιλυβαίου μέχρι Παχύνου τῆς Συρακοσίας χώρας σταδίων χιλίων καὶ πεντακοσίων, ἡ δʼ ἀπολειπομένη σταδίων χιλίων ἑκατὸν τεσσαράκοντα.
它的周长约为四千三百六十斯塔德;因为在它的三个边中,从佩洛里亚斯到利利贝乌姆的一边为一千七百斯塔德,从利利贝乌姆到叙拉古领地的帕奇努斯的一边为一千五百斯塔德,剩下的一边为一千一百四十斯塔德。
§5.2.3οἱ ταύτην οὖν κατοικοῦντες Σικελιῶται παρειλήφασι παρὰ τῶν προγόνων, ἀεὶ τῆς φήμης ἐξ αἰῶνος παραδεδομένης τοῖς ἐκγόνοις, ἱερὰν ὑπάρχειν τὴν νῆσον Δήμητρος καὶ Κόρης· ἔνιοι δὲ τῶν ποιητῶν μυθολογοῦσι κατὰ τὸν τοῦ Πλούτωνος καὶ Φερσεφόνης γάμον ὑπὸ Διὸς ἀνακάλυπτρα τῇ νύμφῃ δεδόσθαι ταύτην τὴν νῆσον.
因此,居住在这座岛上的西西里希腊人从他们的祖先那里继承了这一传统——这一传闻自古以来一直代代相传给后代——即这座岛屿是献给德墨忒尔和科莱的圣地;而一些诗人则讲述神话说,在普鲁托与珀耳塞福涅婚礼时,宙斯将这座岛屿作为揭帷礼(新婚礼物)送给了新娘。
§5.2.4τοὺς δὲ κατοικοῦντας αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτόχθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγραφέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτῃ τῇ νήσῳ πρώτως φανῆναι καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιητῶν μαρτυρεῖν λέγοντα
"ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται πυροὶ καὶ κριθαί, ἠδʼ ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
最具权威的历史学家们说,古代居住在这里的西卡尼人是土著,并且他们声称,不仅前述的女神们最先在这座岛上显现,而且这座岛屿因土地的肥沃而最先长出谷物,对此,最著名的诗人也作证说: “但一切皆不播不耕而自生,小麦、大麦与葡萄藤,结出丰硕的葡萄,宙斯的雨水使其成长。
"
ἔν τε γὰρ τῷ Λεοντίνῳ πεδίῳ καὶ κατὰ πολλοὺς ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς.
” 因为在莱昂蒂尼平原以及西西里的许多其他地方,直到今天还生长着被称为野生小麦的谷物。
§5.2.5καθόλου δὲ πρὸ τῆς εὑρέσεως τοῦ σίτου ζητουμένου κατὰ ποίαν τῆς οἰκουμένης γῆν πρῶτον ἐφάνησαν οἱ προειρημένοι καρποί, εἰκός ἐστιν ἀποδίδοσθαι τὸ πρωτεῖον τῇ κρατίστῃ χώρᾳ· καὶ τὰς θεὰς δὲ τὰς εὑρούσας ἀκολούθως τοῖς εἰρημένοις ὁρᾶν ἐστι μάλιστα τιμωμένας παρὰ τοῖς Σικελιώταις.
总之,在谷物被发现之前,若探讨在前述作物理应首先出现在已知世界的哪片土地上,那么将首位归于最优秀的土地是合乎情理的;我们也可以看到,发现这些作物的女神们正如前所述,在西西里希腊人中受到最崇高的敬意。