§5.25.1ἐπεὶ δὲ περὶ τῆς τῶν Γαλατῶν προσηγορίας διήλθομεν, καὶ περὶ τῆς χώρας αὐτῶν δέον ἐστὶν εἰπεῖν.
既然我们已经论述完加拉特人的名称,那么也有必要谈谈他们的土地。
ἡ τοίνυν Γαλατία κατοικεῖται μὲν ὑπὸ πολλῶν ἐθνῶν διαφόρων τοῖς μεγέθεσι· τὰ μέγιστα γὰρ αὐτῶν σχεδὸν εἴκοσι μυριάδας ἀνδρῶν ἔχει, τὰ δʼ ἐλάχιστα πέντε μυριάδας, ὧν ἕν ἐστι πρὸς Ῥωμαίους ἔχον συγγένειαν παλαιὰν καὶ φιλίαν τὴν μέχρι τῶν καθʼ ἡμᾶς χρόνων διαμένουσαν.
因此,加拉太居住着许多规模不同的民族;因为其中最大的民族拥有将近二十万男子,而最小的也有五万,其中有一个民族与罗马人有着古老的亲缘和友谊,这种关系一直持续到我们的时代。
§5.25.2κειμένη δὲ κατὰ τὸ πλεῖστον ὑπὸ τὰς ἄρκτους χειμέριός ἐστι καὶ ψυχρὰ διαφερόντως.
该地区由于大部分位于北方之下,因而极具寒冬特征,且异常寒冷。
κατὰ γὰρ τὴν χειμερινὴν ὥραν ἐν ταῖς συννεφέσιν ἡμέραις ἀντὶ μὲν τῶν ὄμβρων χιόνι πολλῇ νίφεται, κατὰ δὲ τὰς αἰθρίας κρυστάλλῳ καὶ πάγοις ἐξαισίοις πλήθει, διʼ ὧν οἱ ποταμοὶ πηγνύμενοι διὰ τῆς ἰδίας φύσεως γεφυροῦνται· οὐ μόνον γὰρ οἱ τυχόντες ὁδῖται κατʼ ὀλίγους κατὰ τοῦ κρυστάλλου πορευόμενοι διαβαίνουσιν, ἀλλὰ καὶ στρατοπέδων μυριάδες μετὰ σκευοφόρων καὶ ἁμαξῶν γεμουσῶν ἀσφαλῶς περαιοῦνται.
因为在冬季的多云日子里,这里不下雨而下大雪,而在晴朗的日子里,则充斥着惊人的冰与霜,河流因之结冰,因其自身的性质而架起桥梁;因为不仅普通旅人会三五成群地在冰上行走渡河,而且成千上万的军队连同驮兽和装满货物的车辆也能安全通过。
§5.25.3πολλῶν δὲ καὶ μεγάλων ποταμῶν ῥεόντων διὰ τῆς Γαλατίας καὶ τοῖς ῥείθροις ποικίλως τὴν πεδιάδα γῆν τεμνόντων, οἱ μὲν ἐκ λιμνῶν ἀβύσσων ῥέουσιν, οἱ δʼ ἐκ τῶν ὀρῶν ἔχουσι τὰς πηγὰς καὶ τὰς ἐπιρροίας· τὴν δʼ ἐκβολὴν οἱ μὲν εἰς τὸν ὠκεανὸν ποιοῦνται, οἱ δʼ εἰς τὴν καθʼ ἡμᾶς θάλατταν.
虽然有许多巨大的河流流经加拉太,并以其溪流以各种方式切割着平原土地,但它们有的流自深不可测的湖泊,有的则在山脉中拥有其源头和支流;有的注入大洋,有的注入我们的海。
§5.25.4μέγιστος δʼ ἐστὶ τῶν εἰς τὸ καθʼ ἡμᾶς πέλαγος ῥεόντων ὁ Ῥοδανός, τὰς μὲν πηγὰς ἔχων ἐν τοῖς Ἀλπείοις ὄρεσι, πέντε δὲ στόμασιν ἐξερευγόμενος εἰς τὴν θάλατταν.
在流入我们的海的河流中,最大的是罗讷河,它源于阿尔卑斯山脉,通过五个河口注入海中。
τῶν δʼ εἰς τὸν ὠκεανὸν ῥεόντων μέγιστοι δοκοῦσιν ὑπάρχειν ὅ τε Δανούβιος καὶ ὁ Ῥῆνος, ὃν ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις Καῖσαρ ὁ κληθεὶς θεὸς ἔζευξε παραδόξως, καὶ περαιώσας πεζῇ τὴν δύναμιν ἐχειρώσατο τοὺς πέραν κατοικοῦντας αὐτοῦ Γαλάτας.
而在流入大洋的河流中,最大的是多瑙河和莱茵河,在我们的时代,被称为神的恺撒以令人惊叹的方式在莱茵河上架起了桥梁,并带领他的步兵部队渡河,征服了居住在河对岸的加拉特人。
§5.25.5πολλοὶ δὲ καὶ ἄλλοι πλωτοὶ ποταμοὶ κατὰ τὴν Κελτικήν εἰσι, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
在凯尔特地区还有许多其他可通航的河流,关于它们,写起来就太冗长了。
πάντες δὲ σχεδὸν ὑπὸ τοῦ πάγου πηγνύμενοι γεφυροῦσι τὰ ῥεῖθρα, καὶ τοῦ κρυστάλλου διὰ τὴν φυσικὴν λειότητα ποιοῦντος τοὺς διαβαίνοντας ὀλισθάνειν, ἀχύρων ἐπιβαλλομένων ἐπʼ αὐτοὺς ἀσφαλῆ τὴν διάβασιν ἔχουσιν.
它们几乎全部因冰冻而使溪流架起桥梁,虽然冰由于其天然的物理光滑性会使渡河者滑倒,但当人们在上面撒上稻草时,就能安全地渡过。