§5.26.1ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει κατὰ τὴν πλείστην τῆς Γαλατίας, περὶ οὗ παραλιπεῖν οὐκ ἄξιον ἡγούμεθα.
此外,在加拉太的大部分地区发生着某种特异且奇特的事情,我们认为不应当忽略它。
ἀπὸ γὰρ θερινῆς δύσεως καὶ ἄρκτου πνεῖν εἰώθασιν ἄνεμοι τηλικαύτην ἔχοντες σφοδρότητα καὶ δύναμιν, ὥστε ἀναρπάζειν ἀπὸ τῆς γῆς λίθους χειροπληθιαίους τοῖς μεγέθεσι καὶ τῶν ψηφίδων ἁδρομερῆ κονιορτόν· καθόλου δὲ καταιγίζοντες λάβρως ἁρπάζουσιν ἀπὸ μὲν τῶν ἀνδρῶν τὰ ὅπλα καὶ τὰς ἐσθῆτας, ἀπὸ δὲ τῶν ἵππων τοὺς ἀναβάτας.
因为从夏至日落方向和北方,常常吹来具有如此巨大的剧烈程度和力量的狂风,以至于它们能从地面上卷起手掌大小的石头和粗颗粒的砾石粉尘;总的来说,它们猛烈地袭击,夺走男人们的武器和衣服,并把骑者从马上掀下来。
§5.26.2διὰ δὲ τὴν ὑπερβολὴν τοῦ ψύχους διαφθειρομένης τῆς κατὰ τὸν ἀέρα κράσεως οὔτʼ οἶνον οὔτʼ ἔλαιον φέρει· διόπερ τῶν Γαλατῶν οἱ τούτων τῶν καρπῶν στερισκόμενοι πόμα κατασκευάζουσιν ἐκ τῆς κριθῆς τὸ προσαγορευόμενον ζῦθος, καὶ τὰ κηρία πλύνοντες τῷ τούτων ἀποπλύματι χρῶνται.
而且,由于极度的寒冷,大气的温和性受到破坏,既不生产葡萄酒,也不生产橄榄油;因此,那些被剥夺了这些果实的加拉特人,用大麦制成一种被称为啤酒的饮料,并且清洗蜂巢,使用其洗涤液。
§5.26.3κάτοινοι δʼ ὄντες καθʼ ὑπερβολὴν τὸν εἰσαγόμενον ὑπὸ τῶν ἐμπόρων οἶνον ἄκρατον ἐμφοροῦνται, καὶ διὰ τὴν ἐπιθυμίαν λάβρῳ χρώμενοι τῷ ποτῷ καὶ μεθυσθέντες εἰς ὕπνον ἢ μανιώδεις διαθέσεις τρέπονται.
他们极其嗜酒,将商人们输入的葡萄酒不加水地灌入口中,并且因为这种欲望,他们贪婪地饮用这种饮料,在醉酒后便陷入沉睡或疯狂的状态。
διὸ καὶ πολλοὶ τῶν Ἰταλικῶν ἐμπόρων διὰ τὴν συνήθη φιλαργυρίαν ἕρμαιον ἡγοῦνται τὴν τῶν Γαλατῶν φιλοινίαν.
因此,许多意大利商人因其惯有的贪财,将加拉特人的嗜酒视为天赐的财富。
οὗτοι γὰρ διὰ μὲν τῶν πλωτῶν ποταμῶν πλοίοις, διὰ δὲ τῆς πεδιάδος χώρας ἁμάξαις κομίζοντες τὸν οἶνον, ἀντιλαμβάνουσι τιμῆς πλῆθος ἄπιστον· διδόντες γὰρ οἴνου κεράμιον ἀντιλαμβάνουσι παῖδα, τοῦ πόματος διάκονον ἀμειβόμενοι.
因为这些人通过可航行的河流用船只,通过平原地带用车辆运送葡萄酒,换取令人难以置信的巨额价值;因为他们给出一坛葡萄酒,就换回一个奴隶,用一个仆人来交换这种饮料。