Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.25.1-5.25.5

ガラティアの寒冷な気候と凍結する主要河川

347 / 406 箇所 · ギリシア語

要旨

ガラティア(ケルト)の地理、気候、およびそこに流れる河川について。極寒の気候によって河川が凍りつき、天然の橋となることや、ローヌ川、ドナウ川、そしてカエサルが橋を架けたライン川などの主要な河川が紹介される。

§5.25.1ἐπεὶ δὲ περὶ τῆς τῶν Γαλατῶν προσηγορίας διήλθομεν, καὶ περὶ τῆς χώρας αὐτῶν δέον ἐστὶν εἰπεῖν.
さて、ガラタイの名称について論じ終えたので、彼らの土地についても述べる必要がある。
ἡ τοίνυν Γαλατία κατοικεῖται μὲν ὑπὸ πολλῶν ἐθνῶν διαφόρων τοῖς μεγέθεσι·
そもそもガラティアには、規模の様々な多くの民族が住んでいる。
τὰ μέγιστα γὰρ αὐτῶν σχεδὸν εἴκοσι μυριάδας ἀνδρῶν ἔχει, τὰ δʼ ἐλάχιστα πέντε μυριάδας, ὧν ἕν ἐστι πρὸς Ῥωμαίους ἔχον συγγένειαν παλαιὰν καὶ φιλίαν τὴν μέχρι τῶν καθʼ ἡμᾶς χρόνων διαμένουσαν.
なぜなら、それらのうち最大のものはほぼ二十万人の男を擁し、最小のものは五万人を擁するからであり、そのうちの一つはローマ人に対して、古い親族関係と、我々の時代まで続く友好関係を有している。
§5.25.2κειμένη δὲ κατὰ τὸ πλεῖστον ὑπὸ τὰς ἄρκτους χειμέριός ἐστι καὶ ψυχρὰ διαφερόντως.
この地は大半が北の方角の下に位置しており、極めて冬のようで、かつ並外れて冷涼である。
κατὰ γὰρ τὴν χειμερινὴν ὥραν ἐν ταῖς συννεφέσιν ἡμέραις ἀντὶ μὲν τῶν ὄμβρων χιόνι πολλῇ νίφεται, κατὰ δὲ τὰς αἰθρίας κρυστάλλῳ καὶ πάγοις ἐξαισίοις πλήθει, διʼ ὧν οἱ ποταμοὶ πηγνύμενοι διὰ τῆς ἰδίας φύσεως γεφυροῦνται·
実際、冬の季節の曇った日には、雨の代わりに多くの雪が降り、晴天の日には、著しい氷と霜で満ちる。 これらによって河川は凍りつき、自らの性質によって橋が架けられる。
οὐ μόνον γὰρ οἱ τυχόντες ὁδῖται κατʼ ὀλίγους κατὰ τοῦ κρυστάλλου πορευόμενοι διαβαίνουσιν, ἀλλὰ καὶ στρατοπέδων μυριάδες μετὰ σκευοφόρων καὶ ἁμαξῶν γεμουσῶν ἀσφαλῶς περαιοῦνται.
なぜなら、普通の旅人が数人で氷の上を歩いて渡るだけでなく、何万人もの軍隊が、荷獣や荷を積んだ荷車とともに、安全に渡るからである。
§5.25.3πολλῶν δὲ καὶ μεγάλων ποταμῶν ῥεόντων διὰ τῆς Γαλατίας καὶ τοῖς ῥείθροις ποικίλως τὴν πεδιάδα γῆν τεμνόντων, οἱ μὲν ἐκ λιμνῶν ἀβύσσων ῥέουσιν, οἱ δʼ ἐκ τῶν ὀρῶν ἔχουσι τὰς πηγὰς καὶ τὰς ἐπιρροίας·
多くの大きな河川がガラティアを流れ、その流れによって平野の土地を様々に分断しているが、あるものは底知れぬ湖から流れ出し、他のものは山々にその源泉と支流を有している。
τὴν δʼ ἐκβολὴν οἱ μὲν εἰς τὸν ὠκεανὸν ποιοῦνται, οἱ δʼ εἰς τὴν καθʼ ἡμᾶς θάλατταν.
そして、あるものは大洋へと注ぎ、あるものは我々の海へと注いでいる。
§5.25.4μέγιστος δʼ ἐστὶ τῶν εἰς τὸ καθʼ ἡμᾶς πέλαγος ῥεόντων ὁ Ῥοδανός, τὰς μὲν πηγὰς ἔχων ἐν τοῖς Ἀλπείοις ὄρεσι, πέντε δὲ στόμασιν ἐξερευγόμενος εἰς τὴν θάλατταν.
我々の海へと流れるもののうち最大のものはローヌ川であり、アルプス山脈にその源泉を有し、五つの河口をもって海へと流れ出ている。
τῶν δʼ εἰς τὸν ὠκεανὸν ῥεόντων μέγιστοι δοκοῦσιν ὑπάρχειν ὅ τε Δανούβιος καὶ ὁ Ῥῆνος, ὃν ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις Καῖσαρ ὁ κληθεὶς θεὸς ἔζευξε παραδόξως, καὶ περαιώσας πεζῇ τὴν δύναμιν ἐχειρώσατο τοὺς πέραν κατοικοῦντας αὐτοῦ Γαλάτας.
一方、大洋へと流れるもののうち最大とみなされているのはドナウ川とライン川であり、このライン川には、我々の時代に、神と呼ばれたカエサルが驚くべき方法で橋を架け、歩兵の軍勢を渡らせて、その向こう側に住むガラタイ人たちを征服した。
§5.25.5πολλοὶ δὲ καὶ ἄλλοι πλωτοὶ ποταμοὶ κατὰ τὴν Κελτικήν εἰσι, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
また、ケルトの地には他にも航行可能な多くの河川があるが、それらについて書くことは長くなるであろう。
πάντες δὲ σχεδὸν ὑπὸ τοῦ πάγου πηγνύμενοι γεφυροῦσι τὰ ῥεῖθρα, καὶ τοῦ κρυστάλλου διὰ τὴν φυσικὴν λειότητα ποιοῦντος τοὺς διαβαίνοντας ὀλισθάνειν, ἀχύρων ἐπιβαλλομένων ἐπʼ αὐτοὺς ἀσφαλῆ τὴν διάβασιν ἔχουσιν.
それらのほぼすべてが氷によって凍りついてその流れに橋を架けるが、氷はその自然な滑らかさのために渡る人々を滑らせるものの、その上に藁が撒かれることで、人々は安全に渡ることができる。

語釈・文法注

  1. §5.25.1ὧν ἕν ἐστι πρὸς Ῥωμαίους ἔχον — 関係代名詞 ὧν は先行する nhiều 民族(πολλῶν ἐθνῶν)に係る部分属格。主語 ἕν(中性単数)に対応して、現在分詞 ἔχον も中性単数形をとっている。
  2. §5.25.2ὑπὸ τὰς ἄρκτους — 直訳は「熊(おおぐま座・こぐま座)の下に」であり、古典ギリシア語における「北方において」あるいは「極北に位置して」を意味する定型的な地理的表現。
  3. §5.25.4ὃν ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις — 直前にドナウ川(Δανούβιος)とライン川(Ῥῆνος)の二つが主語として並んでいるが、関係代名詞 ὃν は単数男性対格であり、直近の先行詞であるライン川のみを修飾している。また「神と呼ばれたカエサル(Καῖσαρ ὁ κληθεὶς θεὸς)」は、ラテン語の Divus Iulius (神君ユリウス)のギリシア語訳である。
  4. §5.25.5τοῦ κρυστάλλου ... ποιοῦντος ... ἀχύρων ἐπιβαλλομένων — 二つの属格絶対構文(τοῦ κρυστάλλου... ποιοῦντος と ἀχύρων ἐπιβαλλομένων)が連続している。前者は原因(氷が滑るため)を、後者は条件や手段(藁が撒かれるならば)を表す。また、ποιοῦντος は不定詞 ὀλισθάνειν を伴って使役(〜を滑らせる)を意味する。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.25.1-5.25.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.25.1-5.25.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。