Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.23.1-5.23.5

巴西莱亚岛的琥珀与法厄同神话的驳斥

第 345 段,共 406 段 · 希腊语

内容简介

作者介绍了产琥珀的巴西莱亚岛,叙述了与其起源相关的法厄同神话,并驳斥了该神话,指出琥珀的实际贸易路线。

§5.23.1περὶ δὲ τοῦ καλουμένου ἠλέκτρου νῦν διέξιμεν.
关于所谓的琥珀,我们现在进行阐述。
τῆς Σκυθίας τῆς ὑπὲρ τὴν Γαλατίαν κατʼ ἀντικρὺ νῆσός ἐστι πελαγία κατὰ τὸν ὠκεανὸν ἡ προσαγορευομένη Βασίλεια.
在加拉太彼方的斯基泰的对面,大洋之中,有一座被称为巴西莱亚的公海岛屿。
εἰς ταύτην ὁ κλύδων ἐκβάλλει δαψιλὲς τὸ καλούμενον ἤλεκτρον, οὐδαμοῦ δὲ τῆς οἰκουμένης φαινόμενον.
波浪将大量所谓的琥珀冲刷到这座岛上,这在人居世界的其他任何地方都是见不到的。
περὶ δὲ τούτου πολλοὶ τῶν παλαιῶν ἀνέγραψαν μύθους παντελῶς ἀπιστουμένους καὶ διὰ τῶν ἀποτελεσμάτων ἐλεγχομένους.
关于这种琥珀,许多古人写下了完全不可信、且被事实证明是虚假的传说。
§5.23.2πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ Φαέθοντα τὸν Ἡλίου μὲν υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα, πεῖσαι τὸν πατέρα μίαν ἡμέραν παραχωρῆσαι τοῦ τεθρίππου· συγχωρηθέντος δʼ αὐτῷ τούτου, τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι κρατεῖν τῶν ἡνιῶν, τοὺς δʼ ἵππους καταφρονήσαντας τοῦ παιδὸς ἐξενεχθῆναι τοῦ συνήθους δρόμου, καὶ τὸ μὲν πρῶτον κατὰ τὸν οὐρανὸν πλανωμένους ἐκπυρῶσαι τοῦτον καὶ ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον κύκλον, μετὰ δὲ ταῦτα πολλὴν τῆς οἰκουμένης ἐπιφλέξαντας οὐκ ὀλίγην κατακάειν χώραν.
因为许多诗人和历史学家都说,太阳神之子、年龄尚幼的法厄同,说服他的父亲将四马战车让给他使用一天;而当这请求被允准后,驾驭着战车的法厄同无法控制住缰绳,马匹因藐视这个孩子而偏离了惯常的轨道,它们起初在天空中乱窜,将其烧焦,形成了现在被称为银河的圆环,此后,它们又引燃了人居世界的大片地区,烧毁了相当多的土地。
§5.23.3διὸ καὶ τοῦ Διὸς ἀγανακτήσαντος ἐπὶ τοῖς γεγενημένοις, κεραυνῶσαι μὲν τὸν Φαέθοντα, ἀποκαταστῆσαι δὲ τὸν ἥλιον ἐπὶ τὴν συνήθη πορείαν.
因此,宙斯也对所发生的事情大为恼火,用雷电击中了法厄同,并将太阳引回其惯常的轨道。
τοῦ δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐκβολὰς τοῦ νῦν καλουμένου Πάδου ποταμοῦ, τὸ δὲ παλαιὸν Ἠριδανοῦ προσαγορευομένου, θρηνῆσαι μὲν τὰς ἀδελφὰς αὐτοῦ τὴν τελευτὴν φιλοτιμότατα, διὰ δὲ τὴν ὑπερβολὴν τῆς λύπης μετασχηματισθῆναι τὴν φύσιν, γενομένας αἰγείρους.
而当法厄同坠落到如今被称为帕杜斯河、古时被称为埃里达努斯河的河口附近时,他的姐妹们极为挚诚地哀悼他的死亡,由于悲伤过度,她们的身体发生形变,变成了白杨树。
§5.23.4ταύτας δὲ κατʼ ἐνιαυτὸν κατὰ τὴν αὐτὴν ὥραν δάκρυον ἀφιέναι, καὶ τοῦτο πηγνύμενον ἀποτελεῖν τὸ καλούμενον ἤλεκτρον, λαμπρότητι μὲν τῶν ὁμοφυῶν διαφέρον, ἐπιχωριάζον δʼ ἐν ταῖς τῶν νέων τελευταῖς κατὰ τὸ τούτων πένθος.
这些树每年在同一季节都会流下眼泪,这些眼泪凝固后便形成了所谓的琥珀,其光泽在同类物质中出类拔萃,并在年轻人去世时作为哀悼之物而流行。
§5.23.5διημαρτηκότων δὲ πάντων τῶν τὸν μῦθον τοῦτον πεπλακότων καὶ διὰ τῶν ἀποτελεσμάτων ἐν τοῖς ὕστερον χρόνοις ἐλεγχομένων, προσεκτέον ταῖς ἀληθιναῖς ἱστορίαις· τὸ γὰρ ἤλεκτρον συνάγεται μὲν ἐν τῇ προειρημένῃ νήσῳ, κομίζεται δʼ ὑπὸ τῶν ἐγχωρίων πρὸς τὴν ἀντιπέρας ἤπειρον, διʼ ἧς φέρεται πρὸς τοὺς καθʼ ἡμᾶς τόπους, καθότι προείρηται.
但是,既然所有编造这一神话的人都大错特错,并且在后世被事实揭穿了谎言,我们就必须关注真实的史实:因为琥珀是在前述的岛屿上采集的,并由当地人运往对面的大陆,如前所述,它通过大陆被运往我们这些地方。

词汇与语法注释

  1. 5.23.1τῆς Σκυθίας τῆς ὑπὲρ τὴν Γαλατίαν κατʼ ἀντικρὺ — 副词 κατʼ ἀντικρὺ(在……对面)作前置词使用,支配属格 τῆς Σκυθίας。
  2. 5.23.2τὴν ἡλικίαν — 关系/限定宾格(“在年龄方面”),修饰分词 ὄντα。
  3. 5.23.2πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ — 由主句动词 φασί(他们说)引导的宾格不定式结构(间接引语)一直持续到第4节末尾。多个不定式在此结构的支配下,其主语随上下文发生变换。
  4. 5.23.4διαφέρον ... ἐπιχωριάζον — 这些是中性单数分词,与前文不定式 ἀποτελεῖν 的宾语中性名词 ἤλεκτρον 一致。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.23.1-5.23.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.23.1-5.23.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。