Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.23.1-5.23.5

バシレイア島の琥珀とファエトンの神話の否定

345 / 406 箇所 · ギリシア語

要旨

琥珀の産地であるバシレイア島について紹介し、琥珀の起源とされるファエトンの神話を語るが、それが虚偽であることを指摘して実際の交易ルートを説明する。

§5.23.1περὶ δὲ τοῦ καλουμένου ἠλέκτρου νῦν διέξιμεν.
さて、我々は今度は、いわゆる琥珀について詳しく述べよう。
τῆς Σκυθίας τῆς ὑπὲρ τὴν Γαλατίαν κατʼ ἀντικρὺ νῆσός ἐστι πελαγία κατὰ τὸν ὠκεανὸν ἡ προσαγορευομένη Βασίλεια.
ガラティアの彼方にあるスキティアの向かい、大洋のなかに、バシレイアと呼ばれる外海の島がある。
εἰς ταύτην ὁ κλύδων ἐκβάλλει δαψιλὲς τὸ καλούμενον ἤλεκτρον, οὐδαμοῦ δὲ τῆς οἰκουμένης φαινόμενον.
この島に、波がいわゆる琥珀を大量に打ち上げるが、これは世界の他のどこにも見られないものである。
περὶ δὲ τούτου πολλοὶ τῶν παλαιῶν ἀνέγραψαν μύθους παντελῶς ἀπιστουμένους καὶ διὰ τῶν ἀποτελεσμάτων ἐλεγχομένους.
これについては、古代の人々の多くが、まったく信用できず、また事実によって誤りが証明される神話を書き残している。
§5.23.2πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ Φαέθοντα τὸν Ἡλίου μὲν υἱόν, παῖδα δὲ τὴν ἡλικίαν ὄντα, πεῖσαι τὸν πατέρα μίαν ἡμέραν παραχωρῆσαι τοῦ τεθρίππου·
すなわち、多くの詩人や歴史家が言うには、ヘリオス(太陽)の息子であり、年齢としてはまだ少年であったファエトンが、父親を説得して一日だけ四頭立ての戦車を譲り受けた。
συγχωρηθέντος δʼ αὐτῷ τούτου, τὸν μὲν Φαέθοντα ἐλαύνοντα τὸ τέθριππον μὴ δύνασθαι κρατεῖν τῶν ἡνιῶν, τοὺς δʼ ἵππους καταφρονήσαντας τοῦ παιδὸς ἐξενεχθῆναι τοῦ συνήθους δρόμου, καὶ τὸ μὲν πρῶτον κατὰ τὸν οὐρανὸν πλανωμένους ἐκπυρῶσαι τοῦτον καὶ ποιῆσαι τὸν νῦν γαλαξίαν καλούμενον κύκλον, μετὰ δὲ ταῦτα πολλὴν τῆς οἰκουμένης ἐπιφλέξαντας οὐκ ὀλίγην κατακάειν χώραν.
そしてこれが彼に許されると、ファエトンは四頭立ての戦車を駆ったものの、手綱を制御することができず、馬たちはその少年を軽んじて、通常の進路から外れて暴走し、最初は天を彷徨ってこれを炎上させ、今いわゆる天の川と呼ばれる輪を作り出し、その後、世界の多くの地域を燃え上がらせて、少なからぬ土地を焼き尽くした。
§5.23.3διὸ καὶ τοῦ Διὸς ἀγανακτήσαντος ἐπὶ τοῖς γεγενημένοις, κεραυνῶσαι μὲν τὸν Φαέθοντα, ἀποκαταστῆσαι δὲ τὸν ἥλιον ἐπὶ τὴν συνήθη πορείαν.
それゆえ、ゼウスも起こったことに怒り、ファエトンに雷を落とし、太陽を通常の軌道に戻した。
τοῦ δὲ Φαέθοντος πεσόντος πρὸς τὰς ἐκβολὰς τοῦ νῦν καλουμένου Πάδου ποταμοῦ, τὸ δὲ παλαιὸν Ἠριδανοῦ προσαγορευομένου, θρηνῆσαι μὲν τὰς ἀδελφὰς αὐτοῦ τὴν τελευτὴν φιλοτιμότατα, διὰ δὲ τὴν ὑπερβολὴν τῆς λύπης μετασχηματισθῆναι τὴν φύσιν, γενομένας αἰγείρους.
そして、ファエトンが今いわゆるパドゥス川、古代にはエリダノス川と呼ばれていた川の河口近くに墜落したとき、彼の姉妹たちはその死をきわめて熱心に嘆き悲しみ、悲しみの極みのために彼女たちの身体は変形し、ポプラの木になった。
§5.23.4ταύτας δὲ κατʼ ἐνιαυτὸν κατὰ τὴν αὐτὴν ὥραν δάκρυον ἀφιέναι, καὶ τοῦτο πηγνύμενον ἀποτελεῖν τὸ καλούμενον ἤλεκτρον, λαμπρότητι μὲν τῶν ὁμοφυῶν διαφέρον, ἐπιχωριάζον δʼ ἐν ταῖς τῶν νέων τελευταῖς κατὰ τὸ τούτων πένθος.
これらの木は、毎年同じ季節に涙を流し、これが固まることによって、いわゆる琥珀が形成される。 それは同類のもののなかで格別の輝きを放ち、若者たちの死の際にその喪服において用いられる。
§5.23.5διημαρτηκότων δὲ πάντων τῶν τὸν μῦθον τοῦτον πεπλακότων καὶ διὰ τῶν ἀποτελεσμάτων ἐν τοῖς ὕστερον χρόνοις ἐλεγχομένων, προσεκτέον ταῖς ἀληθιναῖς ἱστορίαις·
しかし、この神話を創作した者たちはすべて完全に誤っており、後世に事実によって誤りが暴かれているので、我々は真実の歴史に注意を向けねばならない。
τὸ γὰρ ἤλεκτρον συνάγεται μὲν ἐν τῇ προειρημένῃ νήσῳ, κομίζεται δʼ ὑπὸ τῶν ἐγχωρίων πρὸς τὴν ἀντιπέρας ἤπειρον, διʼ ἧς φέρεται πρὸς τοὺς καθʼ ἡμᾶς τόπους, καθότι προείρηται.
というのも、琥珀は前述の島で採集され、先住民によって対岸の大陸へと運ばれ、そこを通って、前に述べたような方法で我々の地域へと運ばれるからである。

語釈・文法注

  1. 5.23.1τῆς Σκυθίας τῆς ὑπὲρ τὴν Γαλατίαν κατʼ ἀντικρὺ — 前置詞的に用いられている副詞 κατʼ ἀντικρὺ(〜の向かいに)が属格 τῆς Σκυθίας を支配している。
  2. 5.23.2τὴν ἡλικίαν — 名詞の対格で、関係・限定の対格(「年齢において」「年齢に関しては」)として用いられ、分詞 ὄντα にかかっている。
  3. 5.23.2πολλοὶ γὰρ τῶν τε ποιητῶν καὶ τῶν συγγραφέων φασὶ — 主節の動詞 φασί(彼らは言う)に導かれた対格不定詞構文(間接話法)が、5.23.4の終わりまで非常に長く継続している。多くの不定詞が、文脈上主語を交代させながらこの φασί の支配下にある。
  4. 5.23.4διαφέρον ... ἐπιχωριάζον — これらは中性単数・主格/対格の現在分詞であり、直前の不定詞 ἀποτελεῖν の目的語である中性名詞 ἤλεκτρον に一致している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.23.1-5.23.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.23.1-5.23.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。