§5.22.1πλεῖστον εἰρηνικῶς διακεῖσθαι.
彼此之间大体上保持着和平的关系。
ἀλλὰ περὶ μὲν τῶν κατʼ αὐτὴν νομίμων καὶ τῶν ἄλλων ἰδιωμάτων τὰ κατὰ μέρος ἀναγράψομεν ὅταν ἐπὶ τὴν Καίσαρος γενομένην στρατείαν εἰς Βρεττανίαν παραγενηθῶμεν, νῦν δὲ περὶ τοῦ κατʼ αὐτὴν φυομένου καττιτέρου διέξιμεν.
然而,关于该岛的习俗及其他特征的具体细节,我们将在讲到恺撒对不列颠的远征时予以记录,而现在我们将详细阐述那里出产的锡。
τῆς γὰρ Βρεττανικῆς κατὰ τὸ ἀκρωτήριον τὸ καλούμενον Βελέριον οἱ κατοικοῦντες φιλόξενοί τε διαφερόντως εἰσὶ καὶ διὰ τὴν τῶν ξένων ἐμπόρων ἐπιμιξίαν ἐξημερωμένοι τὰς ἀγωγάς.
因为在不列颠被称为贝莱里翁的岬角附近,那里的居民格外好客,并且通过与外国商人的交往,他们的生活方式变得文明。
οὗτοι τὸν καττίτερον κατασκευάζουσι φιλοτέχνως ἐργαζόμενοι τὴν φέρουσαν αὐτὸν γῆν.
这些人巧妙地开采产锡的泥土,从而制成锡。
§5.22.2αὕτη δὲ πετρώδης οὖσα διαφυὰς ἔχει γεώδεις, ἐν αἷς τὸν πόρον κατεργαζόμενοι καὶ τήξαντες καθαίρουσιν.
这种泥土虽然是岩石质的,但含有泥质的矿脉,他们在其中开采矿脉,将其熔化并进行精炼。
ἀποτυποῦντες δʼ εἰς ἀστραγάλων ῥυθμοὺς κομίζουσιν εἴς τινα νῆσον προκειμένην μὲν τῆς Βρεττανικῆς, ὀνομαζομένην δὲ Ἴκτιν· κατὰ γὰρ τὰς ἀμπώτεις ἀναξηραινομένου τοῦ μεταξὺ τόπου ταῖς ἁμάξαις εἰς ταύτην κομίζουσι δαψιλῆ τὸν καττίτερον.
在将其铸成距骨的形状后,他们将其运往一座位于不列颠前方的名为伊克蒂斯的岛屿;因为在退潮时,中间的地带会干涸,他们便用马车将大量的锡运到这座岛上。
§5.22.3ἴδιον δέ τι συμβαίνει περὶ τὰς πλησίον νήσους τὰς μεταξὺ κειμένας τῆς τε Εὐρώπης καὶ τῆς Βρεττανικῆς· κατὰ μὲν γὰρ τὰς πλημυρίδας τοῦ μεταξὺ πόρου πληρουμένου νῆσοι φαίνονται, κατὰ δὲ τὰς ἀμπώτεις ἀπορρεούσης τῆς θαλάττης καὶ πολὺν τόπον ἀναξηραινούσης θεωροῦνται χερρόνησοι.
在介于欧洲和不列颠之间的邻近岛屿上,发生着一件奇特的事情:因为在涨潮、中间的通道被充满时,它们看起来是岛屿;而在退潮、海水退去并使大片土地干涸时,它们则被视为半岛。
§5.22.4ἐντεῦθεν δʼ οἱ ἔμποροι παρὰ τῶν ἐγχωρίων ὠνοῦνται καὶ διακομίζουσιν εἰς τὴν Γαλατίαν· τὸ δὲ τελευταῖον πεζῇ διὰ τῆς Γαλατίας πορευθέντες ἡμέρας ὡς τριάκοντα κατάγουσιν ἐπὶ τῶν ἵππων τὰ φορτία πρὸς τὴν ἐκβολὴν τοῦ Ῥοδανοῦ ποταμοῦ.
商人从那里向当地人购买,并将其运往加拉太;最后,他们通过陆路步行穿过加拉太,大约行进三十天,用马将货物运到罗讷河的河口。
περὶ μὲν οὖν τοῦ καττιτέρου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα,
因此,关于锡的叙述,我们对已说过的这些内容感到满意,