Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.21.1-5.21.6

不列颠岛的地理与居民的淳朴习俗

第 343 段,共 406 段 · 希腊语

内容简介

作者将叙述转向欧洲,介绍不列颠岛的地理特征、盖乌斯·恺撒对其征服的历史,以及岛上土著居民淳朴的生活习惯。

§5.21.1ἐπεὶ δὲ περὶ τοῦ κατὰ τὴν Λιβύην ὠκεανοῦ καὶ τῶν ἐν αὐτῷ νήσων διήλθομεν, μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην.
在我们叙述完关于利比亚附近的大洋及其中的岛屿之后,我们将把话题转到欧洲。
κατὰ γὰρ τὴν Γαλατίαν τὴν παρωκεανῖτιν κατʼ ἀντικρὺ τῶν Ἑρκυνίων ὀνομαζομένων δρυμῶν ʽμεγίστους γὰρ ὑπάρχειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπηνʼ νῆσοι πολλαὶ κατὰ τὸν ὠκεανὸν ὑπάρχουσιν, ὧν ἐστι μεγίστη ἡ Βρεττανικὴ καλουμένη.
因为在面向大洋的加拉太地区,在被称为赫西尼亚的森林(我们听说这是欧洲最大的森林)的对面,大洋中存在着许多岛屿,其中最大的一座被称为不列颠。
§5.21.2αὕτη δὲ τὸ μὲν παλαιὸν ἀνεπίμικτος ἐγένετο ξενικαῖς δυνάμεσιν· οὔτε γὰρ Διόνυσον οὔθʼ Ἡρακλέα παρειλήφαμεν οὔτε τῶν ἄλλων ἡρώων ἐστρατευμένον ἐπʼ αὐτήν·
这座岛屿在古代未曾受到外国军队的染指;因为我们没有听说过狄奥尼索斯或赫拉克勒斯,或者其他任何英雄曾对它进行过远征。
καθʼ ἡμᾶς δὲ Γάιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ἐπονομασθεὶς θεὸς πρῶτος τῶν μνημονευομένων ἐχειρώσατο τὴν νῆσον, καὶ τοὺς Βρεττανοὺς καταπολεμήσας ἠνάγκασε τελεῖν ὡρισμένους φόρους.
但在我们的时代,盖乌斯·恺撒,即因其功绩而被尊称为神的那位,是历史记载中第一个征服该岛的人,他在打败不列颠人后,迫使他们缴纳规定的贡税。
ἀλλὰ περὶ μὲν τούτων τὰς κατὰ μέρος πράξεις ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, περὶ δὲ τῆς νήσου καὶ τοῦ φυομένου κατʼ αὐτὴν καττιτέρου νῦν διέξιμεν.
不过,关于这些事情的具体细节,我们将在适当的时代予以记录,而现在我们将详细阐述该岛以及那里出产的锡。
§5.21.3αὕτη γὰρ τῷ σχήματι τρίγωνος οὖσα παραπλησίως τῇ Σικελίᾳ τὰς πλευρὰς οὐκ ἰσοκώλους ἔχει.
因为这座岛屿在形状上呈三角形,与西西里岛相似,但其各边长并不相等。
παρεκτεινούσης δʼ αὐτῆς παρὰ τὴν Εὐρώπην λοξῆς, τὸ μὲν ἐλάχιστον ἀπὸ τῆς ἠπείρου διεστηκὸς ἀκρωτήριον, ὃ καλοῦσι Κάντιον, φασὶν ἀπέχειν ἀπὸ τῆς γῆς σταδίους ὡς ἑκατόν, καθʼ ὃν τόπον ἡ θάλαττα ποιεῖται τὸν ἔκρουν, τὸ δʼ ἕτερον ἀκρωτήριον τὸ καλούμενον Βελέριον ἀπέχειν λέγεται τῆς ἠπείρου πλοῦν ἡμερῶν τεττάρων, τὸ δʼ ὑπολειπόμενον ἀνήκειν μὲν ἱστοροῦσιν εἰς τὸ πέλαγος, §5.21.4ὀνομάζεσθαι δʼ Ὄρκαν.
由于它沿着欧洲大陆斜向延伸,距离大陆最近的岬角(他们称之为坎蒂翁)据说距离陆地大约一百斯塔迪安,此处正是海水流出形成海峡的地方;而另一个被称为贝莱里翁的岬角,据说距离大陆有四天的航程,至于剩下的那一个岬角,据记载是伸入外海之中,并且被称为奥尔卡斯。
τῶν δὲ πλευρῶν τὴν μὲν ἐλαχίστην εἶναι σταδίων ἑπτακισχιλίων πεντακοσίων, παρήκουσαν παρὰ τὴν Εὐρώπην, τὴν δὲ δευτέραν τὴν ἀπὸ τοῦ πορθμοῦ πρὸς τὴν κορυφὴν ἀνήκουσαν σταδίων μυρίων πεντακισχιλίων, τὴν δὲ λοιπὴν σταδίων δισμυρίων, ὥστε τὴν πᾶσαν εἶναι τῆς νήσου περιφορὰν σταδίων τετρακισμυρίων δισχιλίων πεντακοσίων.
在这些边中,最短的一边长七千五百斯塔迪安,沿着欧洲大陆延伸;第二边从海峡向顶点延伸,长一万五千斯塔迪安;其余的一边长两万斯塔迪安,因此该岛的总周长为四万二千五百斯塔迪安。
§5.21.5κατοικεῖν δέ φασι τὴν Βρεττανικὴν αὐτόχθονα γένη καὶ τὸν παλαιὸν βίον ταῖς ἀγωγαῖς διατηροῦντα.
据说,不列颠岛上居住着土著部落,他们在习惯上保持着古老的生活方式。
ἅρμασι μὲν γὰρ κατὰ τοὺς πολέμους χρῶνται, καθάπερ οἱ παλαιοὶ τῶν Ἑλλήνων ἥρωες ἐν τῷ Τρωικῷ πολέμῳ κεχρῆσθαι παραδέδονται, καὶ τὰς οἰκήσεις εὐτελεῖς ἔχουσιν, ἐκ τῶν καλάμων ἢ ξύλων κατὰ τὸ πλεῖστον συγκειμένας·
因为他们在战争中使用战车,正如传说中希腊的古代英雄在特洛伊战争中所使用的一样,他们的住所十分简陋,大部分是用芦苇或木头搭建的。
τήν τε συναγωγὴν τῶν σιτικῶν καρπῶν ποιοῦνται τοὺς στάχυς αὐτοὺς ἀποτέμνοντες καὶ θησαυρίζοντες εἰς τὰς καταστέγους οἰκήσεις· ἐκ δὲ τούτων τοὺς παλαιοὺς στάχυς καθʼ ἡμέραν τίλλειν, §5.21.6καὶ κατεργαζομένους ἔχειν τὴν τροφήν.
他们收割谷物时,只剪下谷穗,并将其储存在有屋顶的住所里;每天他们从这些储藏中拔出陈旧的谷穗,并通过加工这些谷穗来获取食物。
τοῖς δʼ ἤθεσιν ἁπλοῦς εἶναι καὶ πολὺ κεχωρισμένους τῆς τῶν νῦν ἀνθρώπων ἀγχινοίας καὶ πονηρίας.
他们在性格上十分淳朴,与现代人的狡黠和邪恶相去甚远。
τάς τε διαίτας εὐτελεῖς ἔχειν, καὶ τῆς ἐκ τοῦ πλούτου γεννωμένης τρυφῆς πολὺ διαλλάττοντας.
他们的生活方式简朴,与因财富而产生的奢华生活截然不同。
εἶναι δὲ καὶ πολυάνθρωπον τὴν νῆσον, καὶ τὴν τοῦ ἀέρος ἔχειν διάθεσιν παντελῶς κατεψυγμένην, ὡς ἂν ὑπʼ αὐτὴν τὴν ἄρκτον κειμένην.
此外,该岛人口众多,气候极其寒冷,因为它就位于大熊座正下方。
βασιλεῖς δὲ καὶ δυνάστας πολλοὺς ἔχειν, καὶ πρὸς ἀλλήλους κατὰ τὸ
他们拥有许多国王和统治者,并且彼此之间大体上

词汇与语法注释

  1. 5.21.1μεγίστους γὰρ ὑπάρχειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπην — 不定式短语 μεγίστους... ὑπάρχ意为“在欧洲的(森林)之中”并作为动词 παρειλήφαμεν(我们听说/获悉)的宾语。不定式的逻辑主语指代前文的赫西尼亚森林(Ἑρκυνίων δρυμῶν),并以宾格阳性复数 μεγίστους 的形式与之呼应。属格短语 τῶν κατὰ τὴν Εὐρώπην 是部分属格。
  2. 5.21.2οὔτε τῶν ἄλλων ἡρώων ἐστρατευμένον ἐπʼ αὐτήν — 此分词结构受前句动词 παρειλήφαμεν(我们听说)的支配。完成时中被动分词 ἐστρατευμένον(阳性宾格单数)的逻辑主语被省略了(如 tινά,“任何人”),而 τῶν ἄλλων ἡρώων(其他英雄中的)则作为部分属格修饰它。
  3. 5.21.3παρεκτεινούσης δʼ αὐτῆς παρὰ τὴν Εὐρώπην λοξῆς — 这是一个属格独立(绝对属格)结构,其中现在分词 παρεκτεινούσης 和代词 αὐτῆς(阴性属格单数,指代不列颠岛)构成主谓关系。形容词 λοξῆς(倾斜的)作叙述性使用,意为“由于它斜向延伸”。
  4. 5.21.5τοὺς παλαιοὺς στάχυς καθʼ ἡμέραν τίλλειν — 这是受前文(5.21.5开头)φασί(据说)支配的“宾格加不定式”(AcI)结构的一部分。不定式 τίλλειν 的逻辑主语是“他们”(该岛居民),而宾格 τοὺς παλαιοὺς στάχυς(陈旧的谷穗)则是其直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.21.1-5.21.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.21.1-5.21.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。