Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.21.1-5.21.6

ブリタニア島の地理と住民の素朴な生活

343 / 406 箇所 · ギリシア語

要旨

著者による叙述の対象がヨーロッパへと移り、ブリタニア島(イギリス)の地理的特徴、カエサルによる征服の歴史、そして島民たちの素朴な生活習慣について語られる。

§5.21.1ἐπεὶ δὲ περὶ τοῦ κατὰ τὴν Λιβύην ὠκεανοῦ καὶ τῶν ἐν αὐτῷ νήσων διήλθομεν, μεταβιβάσομεν τὸν λόγον ἐπὶ τὴν Εὐρώπην.
リビア近海の大洋とその中の島々について語り終えたので、我々は記述をヨーロッパへと移すことにする。
κατὰ γὰρ τὴν Γαλατίαν τὴν παρωκεανῖτιν κατʼ ἀντικρὺ τῶν Ἑρκυνίων ὀνομαζομένων δρυμῶν ʽμεγίστους γὰρ ὑπάρχειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπηνʼ νῆσοι πολλαὶ κατὰ τὸν ὠκεανὸν ὑπάρχουσιν, ὧν ἐστι μεγίστη ἡ Βρεττανικὴ καλουμένη.
というのも、大洋に面したガラティアの地方、ヘリキュニアと呼ばれる森(これはヨーロッパにある森の中で最大のものであると我々は聞いている)の向かい側の大洋には多くの島々が存在し、その中で最大のものがブリタニアと呼ばれる島だからである。
§5.21.2αὕτη δὲ τὸ μὲν παλαιὸν ἀνεπίμικτος ἐγένετο ξενικαῖς δυνάμεσιν·
この島は、古代においては異国の軍勢と交わることがなかった。
οὔτε γὰρ Διόνυσον οὔθʼ Ἡρακλέα παρειλήφαμεν οὔτε τῶν ἄλλων ἡρώων ἐστρατευμένον ἐπʼ αὐτήν·
というのも、ディオニュソスもヘラクレスも、また他の英雄の誰も、そこへ遠征したとは伝えられていないからである。
καθʼ ἡμᾶς δὲ Γάιος Καῖσαρ ὁ διὰ τὰς πράξεις ἐπονομασθεὶς θεὸς πρῶτος τῶν μνημονευομένων ἐχειρώσατο τὴν νῆσον, καὶ τοὺς Βρεττανοὺς καταπολεμήσας ἠνάγκασε τελεῖν ὡρισμένους φόρους.
しかし、我々の時代になって、その功績によって神と称されたガイウス・カエサルが、記録にある人々の中で最初にこの島を征服し、ブリタニア人を打ち破って定められた貢納金を支払わせた。
ἀλλὰ περὶ μὲν τούτων τὰς κατὰ μέρος πράξεις ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν, περὶ δὲ τῆς νήσου καὶ τοῦ φυομένου κατʼ αὐτὴν καττιτέρου νῦν διέξιμεν.
しかし、これらの個別的な事績については相応しい時代において記録することとし、今は島自体と、そこで産出する錫について詳細に述べることにする。
§5.21.3αὕτη γὰρ τῷ σχήματι τρίγωνος οὖσα παραπλησίως τῇ Σικελίᾳ τὰς πλευρὰς οὐκ ἰσοκώλους ἔχει.
この島は形状においてシケリアに酷似して三角形であるが、その各辺の長さは等しくない。
παρεκτεινούσης δʼ αὐτῆς παρὰ τὴν Εὐρώπην λοξῆς, τὸ μὲν ἐλάχιστον ἀπὸ τῆς ἠπείρου διεστηκὸς ἀκρωτήριον, ὃ καλοῦσι Κάντιον, φασὶν ἀπέχειν ἀπὸ τῆς γῆς σταδίους ὡς ἑκατόν, καθʼ ὃν τόπον ἡ θάλαττα ποιεῖται τὸν ἔκρουν, τὸ δʼ ἕτερον ἀκρωτήριον τὸ καλούμενον Βελέριον ἀπέχειν λέγεται τῆς ἠπείρου πλοῦν ἡμερῶν τεττάρων, τὸ δʼ ὑπολειπόμενον ἀνήκειν μὲν ἱστοροῦσιν εἰς τὸ πέλαγος, §5.21.4ὀνομάζεσθαι δʼ Ὄρκαν.
島がヨーロッパに沿って斜めに伸びているため、大陸から最も短い距離で隔てられている岬(そこはカンティオンと呼ばれている)は、海が流出入する場所であり、陸地からおよそ100スタディオン離れていると言われている。 もう一つの岬で、ベレリオンと呼ばれるところは、大陸から4日間の航海の距離にあると言われ、残る一つの岬は、外洋に向かって突き出ていると記録されており、オルカスと名付けられている。
τῶν δὲ πλευρῶν τὴν μὲν ἐλαχίστην εἶναι σταδίων ἑπτακισχιλίων πεντακοσίων, παρήκουσαν παρὰ τὴν Εὐρώπην, τὴν δὲ δευτέραν τὴν ἀπὸ τοῦ πορθμοῦ πρὸς τὴν κορυφὴν ἀνήκουσαν σταδίων μυρίων πεντακισχιλίων, τὴν δὲ λοιπὴν σταδίων δισμυρίων, ὥστε τὴν πᾶσαν εἶναι τῆς νήσου περιφορὰν σταδίων τετρακισμυρίων δισχιλίων πεντακοσίων.
その各辺のうち、最も短い辺は7500スタディオンで、ヨーロッパに沿って延びており、第二の辺は海峡から先端へと延びていて1万5000スタディオン、残りの辺は2万スタディオンであり、したがって島全体の周囲は4万2500スタディオンに及ぶ。
§5.21.5κατοικεῖν δέ φασι τὴν Βρεττανικὴν αὐτόχθονα γένη καὶ τὸν παλαιὸν βίον ταῖς ἀγωγαῖς διατηροῦντα.
また、ブリタニアには土着の民族が居住しており、その習慣において古代の生活様式を維持していると言われている。
ἅρμασι μὲν γὰρ κατὰ τοὺς πολέμους χρῶνται, καθάπερ οἱ παλαιοὶ τῶν Ἑλλήνων ἥρωες ἐν τῷ Τρωικῷ πολέμῳ κεχρῆσθαι παραδέδονται, καὶ τὰς οἰκήσεις εὐτελεῖς ἔχουσιν, ἐκ τῶν καλάμων ἢ ξύλων κατὰ τὸ πλεῖστον συγκειμένας·
すなわち、彼らは戦争において、古代ギリシアの英雄たちがトロイア戦争において用いたと伝えられているように戦車を使用し、その住居は質素で、大部分は葦や木で作られている。
τήν τε συναγωγὴν τῶν σιτικῶν καρπῶν ποιοῦνται τοὺς στάχυς αὐτοὺς ἀποτέμνοντες καὶ θησαυρίζοντες εἰς τὰς καταστέγους οἰκήσεις·
また穀物の収穫は、穂の部分だけを刈り取って、屋根のある住居に貯蔵することによって行われる。
ἐκ δὲ τούτων τοὺς παλαιοὺς στάχυς καθʼ ἡμέραν τίλλειν,
そして、これらの内から古くなった穂を毎日むしり取り、それを加工して食物を得ている。
§5.21.6καὶ κατεργαζομένους ἔχειν τὴν τροφήν. τοῖς δʼ ἤθεσιν ἁπλοῦς εἶναι καὶ πολὺ κεχωρισμένους τῆς τῶν νῦν ἀνθρώπων ἀγχινοίας καὶ πονηρίας.
気風においては素朴であり、現代の人々の悪賢さや邪悪さから遠く隔たっている。
τάς τε διαίτας εὐτελεῖς ἔχειν, καὶ τῆς ἐκ τοῦ πλούτου γεννωμένης τρυφῆς πολὺ διαλλάττοντας.
生活様式も簡素であり、富から生じる贅沢とはかけ離れている。
εἶναι δὲ καὶ πολυάνθρωπον τὴν νῆσον, καὶ τὴν τοῦ ἀέρος ἔχειν διάθεσιν παντελῶς κατεψυγμένην, ὡς ἂν ὑπʼ αὐτὴν τὴν ἄρκτον κειμένην.
また、この島は人口が多く、気候は、まさに大熊座の真下に位置しているかのようであり、完全に冷え切っている。
βασιλεῖς δὲ καὶ δυνάστας πολλοὺς ἔχειν, καὶ πρὸς ἀλλήλους κατὰ τὸ
そして多くの王や支配者たちがおり、互いに対して大体において

語釈・文法注

  1. 5.21.1μεγίστους γὰρ ὑπάρχειν παρειλήφαμεν τῶν κατὰ τὴν Εὐρώπην — 動詞 παρειλήφαμεν(我々は受け継いでいる/聞いている)の目的語として、対格不定詞句 μεγίστους... ὑπάρχειν が続いている。不定詞の主語は直前の Ἑρκυνίων δρυμῶν(ヘルキュニアの森)であるが、形容詞の対格 μεγίστους(男性複数対格)として格一致している。τῶν κατὰ τὴν Εὐρώπην は部分属格で「ヨーロッパにある森のうちで」の意。
  2. 5.21.2οὔτε τῶν ἄλλων ἡρώων ἐστρατευμένον ἐπʼ αὐτήν — 前の節の動詞 παρειλήφαμεν(我々は聞いている)に支配される分詞構文。ἐστρατευμένον(完了中受動分詞・男性対格単数)の論理上の主語として「英雄たちのうちの誰か(τινά)」が省略されているか、あるいは τῶν ἄλλων ἡρώων(他の英雄たちのうちの)が直接部分属格として係っている。
  3. 5.21.3παρεκτεινούσης δʼ αὐτῆς παρὰ τὴν Εὐρώπην λοξῆς — 属格独立(絶対属格)構文。現在分詞 παρεκτεινούσης と代名詞 αὐτῆς(島、すなわちブリタニアを指す女性単数属格)が主語と述語の関係を形成している。形容詞 λοξῆς(傾いた、斜めの)は叙述的(predicative)に機能し、「島が斜めに伸びているので」という意味を表す。
  4. 5.21.5τοὺς παλαιοὺς στάχυς καθʼ ἡμέραν τίλλειν — 前の φασί(人々は言う、5.21.5冒頭)に支配される対格不定詞構文(AcI)の一部。不定詞 τίλλειν の意味上の主語は「彼ら(島民)」であり、対格の τοὺς παλαιοὺς στάχυς(古い穂)が直接目的語である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.21.1-5.21.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.21.1-5.21.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。