Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.17.1-5.17.4

吉姆内西亚群岛的地理与风俗

第 339 段,共 406 段 · 希腊语

内容简介

本文记述了伊比利亚对面吉姆内西亚(巴利亚里得斯)群岛的地理特征、居民的生活习俗、对女性的看重、地下居住方式,以及他们排斥金银货币的独特历史缘由。

§5.17.1ἄλλαι δʼ ὑπάρχουσι νῆσοι κατʼ ἀντικρὺ τῆς Ἰβηρίας, ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζόμεναι Γυμνήσιαι διὰ τὸ τοὺς ἐνοικοῦντας γυμνοὺς τῆς ἐσθῆτος βιοῦν κατὰ τὴν τοῦ θέρους ὥραν, ὑπὸ δὲ τῶν ἐγχωρίων καὶ τῶν Ῥωμαίων προσαγορεύονται Βαλιαρίδες ἀπὸ τοῦ βάλλειν ταῖς σφενδόναις λίθους μεγάλους κάλλιστα τῶν ἁπάντων ἀνθρώπων.
在伊比利亚的对面还有其他岛屿,希腊人因其居民在夏季不穿衣服裸体生活而称其为吉姆内西亚,而当地人和罗马人则因他们用投石器投掷大石块在所有人中最优秀而称其为巴利亚里得斯。
τούτων δʼ ἡ μείζων μεγίστη πασῶν ἐστι μετὰ τὰς ἑπτὰ νήσους, Σικελίαν, Σαρδώ, Κύπρον, Κρήτην, Εὔβοιαν, Κύρνον, Λέσβον, ἀπέχει δὲ τῆς Ἰβηρίας πλοῦν ἡμερήσιον· ἡ δʼ ἐλάττων κέκλιται μὲν πρὸς τὴν ἕω, τρέφει δὲ κτήνη πολλὰ καὶ παντοδαπά, μάλιστα δʼ ἡμιόνους, μεγάλους μὲν τοῖς ἀναστήμασιν, §5.17.2ὑπεράγοντας δὲ ταῖς ῥώμαις.
在这些岛屿中,较大的一座在七座岛屿——西西里、萨尔多、塞浦路斯、克里特、优波亚、屈尔诺斯和莱斯博斯——之后是所有岛屿中最大的,距离伊比利亚有一天的航程;而较小的一座则朝向东方,饲养着许多各种各样的牲畜,尤其是骡子,它们体型巨大且在力量上超越其他。
ἀμφότεραι δʼ αἱ νῆσοι χώραν ἔχουσιν ἀγαθὴν καρποφόρον καὶ πλῆθος τῶν κατοικούντων ὑπὲρ τοὺς τρισμυρίους, τῶν δὲ πρὸς τὴν τροφὴν γεννημάτων οἶνον μὲν ὁλοσχερῶς οὐ φέρουσι·
这两座岛屿都拥有肥沃且多产的土地,居民人数超过三万。
διὸ καὶ πάντες εἰσὶν ὑπερβολῇ πρὸς τὸν οἶνον εὐκατάφοροι, διὰ τὸ σπανίζειν παρʼ αὐτοῖς· ἐλαίου δὲ παντελῶς σπανίζοντες κατασκευάζουσιν ἐκ τῆς σχίνου, καὶ μιγνύντες ὑείῳ στέατι τὰ σώματα αὑτῶν ἀλείφουσι τούτῳ.
在作为食物的产物中,它们完全不产葡萄酒;因此,由于葡萄酒在他们之中十分稀缺,他们所有人都极易沉溺于葡萄酒;而且他们完全缺乏橄榄油,便从乳香黄连木中制造,并将其与猪脂混合来涂抹自己的身体。
§5.17.3μάλιστα δὲ τῶν ἁπάντων ὄντες φιλογύναι προτιμῶσιν αὐτὰς ἐπὶ τοσοῦτον, ὥστε ὅταν τινὲς γυναῖκες ὑπὸ τῶν προσπλεόντων λῃστῶν ἁλῶσιν, ἀντὶ μιᾶς γυναικὸς τρεῖς ἢ τέτταρας ἄνδρας διδόντες λυτροῦνται.
在所有人中他们最爱女人,且对她们极其看重,以至于当一些女人被驶来的海盗捕获时,他们会用三到四个男人来换取一个女人,以此进行赎回。
οἰκοῦσι δʼ ὑπὸ ταῖς κοιλάσι πέτραις, καὶ παρὰ τοὺς κρημνοὺς ὀρύγματα κατασκευάζοντες καὶ καθόλου πολλοὺς τόπους ὑπονόμους ποιοῦντες ἐν τούτοις βιοῦσιν, ἅμα τὴν ἐξ αὐτῶν σκέπην καὶ ἀσφάλειαν θηρώμενοι.
他们居住在凹陷的岩石下方,并在悬崖边建造挖掘的洞穴,总的来说将许多地方制成地下道,在其中生活,同时寻求来自这些地方的庇护与安全。
§5.17.4ἀργυρῷ δὲ καὶ χρυσῷ νομίσματι τὸ παράπαν οὐ χρῶνται, καὶ καθόλου ταῦτα εἰσάγειν εἰς τὴν νῆσον κωλύουσιν· αἰτίαν δὲ ταύτην ἐπιφέρουσιν, ὅτι τὸ παλαιὸν Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Γηρυόνην, ὄντα Χρυσάορος μὲν υἱόν, πλεῖστον δὲ κεκτημένον ἄργυρόν τε καὶ χρυσόν.
他们完全不使用金银货币,并且普遍禁止将这些带入岛内;他们提出这样的理由:古时赫拉克勒斯曾对革律翁进行远征,革律翁是克律萨俄耳的儿子,拥有极多的金银。
ἵνʼ οὖν ἀνεπιβούλευτον ἔχωσι τὴν κτῆσιν, ἀνεπίμικτον ἑαυτοῖς ἐποίησαν τὸν ἐξ ἀργύρου τε καὶ χρυσοῦ πλοῦτον.
因此,为了使他们的财产不被觊觎,他们使源于金银的财富与自己毫无瓜葛。
διόπερ ἀκολούθως ταύτῃ τῇ κρίσει κατὰ τὰς γεγενημένας πάλαι ποτὲ στρατείας παρὰ Καρχηδονίοις τοὺς μισθοὺς οὐκ ἀπεκόμιζον εἰς τὰς πατρίδας, ἀλλʼ ὠνούμενοι γυναῖκας καὶ οἶνον ἅπαντα τὸν μισθὸν εἰς ταῦτα κατεχορήγουν.
所以,根据这一决定,在过去跟随迦太基人进行远征时,他们不将报酬带回祖国,而是购买女人和葡萄酒,将所有的报酬都花费在这些上面。

词汇与语法注释

  1. §5.17.1γυμνοὺς τῆς ἐσθῆτος — 形容词 γυμνός(裸露的、缺乏的)伴随着表示剥夺或分离的属格 τῆς ἐσθῆτος(衣服)。
  2. §5.17.1μετὰ τὰς ἑπτὰ νήσους — 介词 μετά 加上宾格在此表示顺序或等级,意为“仅次于”或“在……之后”。
  3. §5.17.2ὑπεράγοντας — 尽管被分页面标记 ¦p.v.2.p.26¦ 和分句边界隔开,该现在分词在格、性、数(宾格复数阳性)上仍与前句的宾格宾语 ἡμιόνους 保持一致。
  4. §5.17.4ἀνεπιβούλευτον — 作为动词 ἔχωσι 的宾语 τὴν κτῆσιν 的前瞻性(proleptic)宾语补足语,意为“使他们的财产(结果上)不被觊觎”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.17.1-5.17.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.17.1-5.17.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。