§5.16.1ἡμεῖς δʼ ἀρκούντως εἰρηκότες περὶ τῆς Σαρδόνος διέξιμεν περὶ τῶν ἑξῆς κειμένων νήσων.
既然我们对萨尔多的记述已足够充分,接下来我们将详细叙述紧邻的诸岛。
μετὰ γὰρ τὰς προειρημένας νῆσός ἐστιν ὀνομαζομένη μὲν Πιτυοῦσσα, τὴν δὲ προσηγορίαν ἔχουσα ἀπὸ τοῦ πλήθους τῶν κατʼ αὐτὴν φυομένων πιτύων.
在前述的诸岛之后,有一座被称为皮特尤萨的岛屿,该岛因其上生长着大量的松树而得名。
πελαγία δʼ οὖσα διέστηκεν ἀπὸ μὲν Ἡρακλέους στηλῶν πλοῦν ἡμερῶν τριῶν καὶ τῶν ἴσων νυκτῶν, ἀπὸ δὲ Λιβύης ἡμέρας καὶ νυκτός, ἀπὸ δʼ Ἰβηρίας μιᾶς ἡμέρας· κατὰ δὲ τὸ μέγεθος παραπλήσιός ἐστι Κορκύρᾳ.
该岛位于外海,距离赫拉克勒斯之柱有三日三夜的航程,距离利比亚有一日一夜,距离伊比利亚有一日;在面积上,它与科尔库拉大致相当。
§5.16.2κατὰ δὲ τὴν ἀρετὴν οὖσα μετρία τὴν μὲν ἀμπελόφυτον χώραν ὀλίγην ἔχει, τὰς δʼ ἐλαίας ἐμπεφυτευμένας ἐν τοῖς κοτίνοις.
尽管该岛在土地肥沃度上较为平庸,仅有少部分种植葡萄的土地,其奥利弗树则是嫁接在野生奥利弗树上种植的。
τῶν δὲ φυομένων ἐν αὐτῇ καλλιστεύειν φασὶ τὴν μαλακότητα τῶν ἐρίων.
据说,在该岛出产的物品中,羊毛的柔软度是最为优异的。
διειλημμένη δὲ πεδίοις ἀξιολόγοις καὶ γεωλόφοις πόλιν ἔχει τὴν ὀνομαζομένην Ἔρεσον, ἄποικον Καρχηδονίων.
该岛被显著的平原与丘陵所分割,拥有一座名为埃雷索斯的城市,它是迦太基人的殖民地。
§5.16.3ἔχει δὲ καὶ λιμένας ἀξιολόγους καὶ τειχῶν κατασκευὰς εὐμεγέθεις καὶ οἰκιῶν πλῆθος εὖ κατασκευασμένων.
该城市还拥有优良的港口、宏伟的城壁建造物以及大量建造精良的房屋。
κατοικοῦσι δʼ αὐτὴν βάρβαροι παντοδαποί, πλεῖστοι δὲ Φοίνικες.
各种各样蛮族居住其中,而其中最多的是腓尼基人。
ὁ δʼ ἀποικισμὸς αὐτῆς γέγονεν ὕστερον ἔτεσιν ἑκατὸν ἑξήκοντα τῆς κατὰ τὴν Καρχηδόνα κτίσεως.
该城市的殖民建立是在迦太基建国一百六十年后进行的。