Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.18.1-5.18.4

巴利亚里群岛的奇俗与投石训练

第 340 段,共 406 段 · 希腊语

内容简介

本段描述了巴利亚里群岛居民奇特的婚礼和葬礼习俗,以及作为其武装的投石器的威力,和他们自幼受到母亲严格的投石训练。

§5.18.1παράδοξον δέ τι καὶ κατὰ τοὺς γάμους νόμιμον παρʼ αὐτοῖς ἐστιν· ἐν γὰρ ταῖς κατὰ τοὺς γάμους εὐωχίαις οἰκείων τε καὶ φίλων κατὰ τὴν ἡλικίαν ὁ πρῶτος ἀεὶ καὶ ὁ δεύτερος καὶ οἱ λοιποὶ κατὰ τὸ ἑξῆς μίσγονται ταῖς νύμφαις ἀνὰ μέρος, ἐσχάτου τοῦ νυμφίου τυγχάνοντος ταύτης τῆς τιμῆς.
在他们之中,关于婚姻也有一种奇妙的习俗:因为在婚礼的宴席上,亲属和朋友们按照年龄大小,总是第一个人,接着是第二个人,其余的人依次轮流与新娘交合,而新郎则是最后一个获得这一荣誉的人。
§5.18.2ἴδιον δέ τι ποιοῦσι καὶ παντελῶς ἐξηλλαγμένον περὶ τὰς τῶν τετελευτηκότων ταφάς· συγκόψαντες γὰρ ξύλοις τὰ μέλη τοῦ σώματος εἰς ἀγγεῖον ἐμβάλλουσι καὶ λίθους δαψιλεῖς ἐπιτιθέασιν.
关于死者葬礼,他们还做着一些独特而完全反常的事:因为他们用木棒将尸体的肢体砸碎,装入容器中,并在上面堆放大量的石块。
§5.18.3ὁπλισμὸς δʼ ἐστὶν αὐτοῖς τρεῖς σφενδόναι, καὶ τούτων μίαν μὲν περὶ τὴν κεφαλὴν ἔχουσιν, ἄλλην δὲ περὶ τὴν γαστέρα, τρίτην δʼ ἐν ταῖς χερσί.
他们的武装是三条投石带,其中一条缠在头部,另一条缠在腰部,第三条握在手中。
κατὰ δὲ τὰς πολεμικὰς χρείας βάλλουσι λίθους πολὺ μείζους τῶν ἄλλων οὕτως εὐτόνως, ὥστε δοκεῖν τὸ βληθὲν ἀπό τινος καταπέλτου φέρεσθαι· διὸ καὶ κατὰ τὰς τειχομαχίας ἐν ταῖς προσβολαῖς τύπτοντες τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας κατατραυματίζουσιν, ἐν δὲ ταῖς παρατάξεσι τούς τε θυρεοὺς καὶ τὰ κράνη καὶ πᾶν σκεπαστήριον ὅπλον συντρίβουσι.
在军事需要时,他们极其有力地投掷比其他人大得多的石块,以至于投出的石块仿佛是从某种弹射器中发射出来的一般;因此,在攻城战的袭击中,他们击伤站在城墙胸墙上的守兵使其受重伤,而在野战中,他们则击碎盾牌、头盔以及所有防护性武器。
§5.18.4κατὰ δὲ τὴν εὐστοχίαν οὕτως ἀκριβεῖς εἰσιν, ὥστε κατὰ τὸ πλεῖστον μὴ ἁμαρτάνειν τοῦ προκειμένου σκοποῦ.
而在命中率上,他们是如此精准,以至于绝大多数情况下不会漏掉摆在眼前的目标。
αἴτιαι δὲ τούτων αἱ συνεχεῖς ἐκ παίδων μελέται, καθʼ ἃς ὑπὸ τῶν μητέρων ἀναγκάζονται παῖδες ὄντες σφενδονᾶν· προκειμένου γὰρ σκοποῦ κατά τι ξύλον ἠρτημένου ἄρτου, οὐ πρότερον δίδοται τῷ μελετῶντι φαγεῖν, ἕως ἂν τυχὼν τοῦ ἄρτου συγχωρούμενον λάβῃ παρὰ τῆς μητρὸς καταφαγεῖν τοῦτον.
这些的原因在于从小开始的不断练习,在这种练习中,他们在童年时就被母亲强迫进行投石;因为当作为目标的面包被悬挂在某根木头上并摆在面前时,练习者在此之前是不被允许吃东西的,直到他击中面包,并得到母亲的许可去吃掉它。

词汇与语法注释

  1. 5.18.1ἐσχάτου τοῦ νυμφίου τυγχάνοντος ταύτης τῆς τιμῆς — 独立属格结构,其中 `τοῦ νυμφίου` 是主语,`τυγχάνοντος` 是分词。由于动词 `τυγχάνω` 支配属格,因此它以 `ταύτης τῆς τιμῆς` 为宾语,表示伴随状况“而新郎最后获得这一荣誉”。
  2. 5.18.2ξύλοις — 方式或工具与格,表示用于砸碎死者肢体的具体手段“用木棒/木棍”。
  3. 5.18.4προκειμένου γὰρ σκοποῦ κατά τι ξύλον ἠρτημένου ἄρτου — 独立属格结构。其主语为 `ἄρτου`(受分词短语 `κατά τι ξύλον ἠρτημένου`“悬挂在木头上的”修饰),谓语分词为 `προκειμένου`,并带有处于表语位置的 `σκοποῦ`(“作为目标”),意为“当悬挂在木头上的面包被摆在面前作为目标时”。
  4. 5.18.4οὐ πρότερον ... ἕως ἂν ... λάβῃ — 时间相关结构 `οὐ πρότερον ... ἕως ἂν`(接虚拟语气 `λάβῃ`),表达强烈的限制“在此之前不……直到……”,意即“只有当……时才……”。
  5. 5.18.4συγχωρούμενον — 被动分词。与不定式 `καταφαγεῖν` 连用,表示“被允许(吃它)”,作为主句动词 `λάβῃ`(“获得”)的直接宾语或补语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.18.1-5.18.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.18.1-5.18.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。