§5.17.1ἄλλαι δʼ ὑπάρχουσι νῆσοι κατʼ ἀντικρὺ τῆς Ἰβηρίας, ὑπὸ μὲν τῶν Ἑλλήνων ὀνομαζόμεναι Γυμνήσιαι διὰ τὸ τοὺς ἐνοικοῦντας γυμνοὺς τῆς ἐσθῆτος βιοῦν κατὰ τὴν τοῦ θέρους ὥραν, ὑπὸ δὲ τῶν ἐγχωρίων καὶ τῶν Ῥωμαίων προσαγορεύονται Βαλιαρίδες ἀπὸ τοῦ βάλλειν ταῖς σφενδόναις λίθους μεγάλους κάλλιστα τῶν ἁπάντων ἀνθρώπων.
イベリアの向かいには別の諸島が存在しており、ギリシア人からは、そこに住む人々が夏の季節には衣服をまとわず裸で生活することからギュムネシアと呼ばれ、現地の人々やローマ人からは、あらゆる人間の中で最も見事に投石器で大きな石を投げることからバリアリデスと名付けられている。
τούτων δʼ ἡ μείζων μεγίστη πασῶν ἐστι μετὰ τὰς ἑπτὰ νήσους, Σικελίαν, Σαρδώ, Κύπρον, Κρήτην, Εὔβοιαν, Κύρνον, Λέσβον, ἀπέχει δὲ τῆς Ἰβηρίας πλοῦν ἡμερήσιον·
これらのうち、大きい方の島は、七つの島、すなわちシケリア、サルドー、キュプロス、クレテ、エウボイア、キュルノス、レスボスに次いで、すべての中で最大のものであり、イベリアから一日の航路の距離にある。
ἡ δʼ ἐλάττων κέκλιται μὲν πρὸς τὴν ἕω, τρέφει δὲ κτήνη πολλὰ καὶ παντοδαπά, μάλιστα δʼ ἡμιόνους, μεγάλους μὲν τοῖς ἀναστήμασιν,
小さい方の島は東に面しており、多くのあらゆる種類の家畜を、とりわけ体躯は大きいが、力強さにおいて他を凌駕しているラバを育てている。
§5.17.2ὑπεράγοντας δὲ ταῖς ῥώμαις. ἀμφότεραι δʼ αἱ νῆσοι χώραν ἔχουσιν ἀγαθὴν καρποφόρον καὶ πλῆθος τῶν κατοικούντων ὑπὲρ τοὺς τρισμυρίους, τῶν δὲ πρὸς τὴν τροφὴν γεννημάτων οἶνον μὲν ὁλοσχερῶς οὐ φέρουσι·
両方の島とも肥沃で実り豊かな土地を有しており、居住者の数は三万人を超えている。 食糧となる産物のうち、ワインはまったく産出しない。
διὸ καὶ πάντες εἰσὶν ὑπερβολῇ πρὸς τὸν οἶνον εὐκατάφοροι, διὰ τὸ σπανίζειν παρʼ αὐτοῖς·
それゆえ彼らはみな、ワインが彼らの間で稀少であるために、ワインに対して極めて溺れやすい。
ἐλαίου δὲ παντελῶς σπανίζοντες κατασκευάζουσιν ἐκ τῆς σχίνου, καὶ μιγνύντες ὑείῳ στέατι τὰ σώματα αὑτῶν ἀλείφουσι τούτῳ.
またオリーブオイルも完全に不足しているため、彼らはマスティックの木からそれを作り、それを豚の脂肪と混ぜ合わせて、自分たちの体にこれを塗る。
§5.17.3μάλιστα δὲ τῶν ἁπάντων ὄντες φιλογύναι προτιμῶσιν αὐτὰς ἐπὶ τοσοῦτον, ὥστε ὅταν τινὲς γυναῖκες ὑπὸ τῶν προσπλεόντων λῃστῶν ἁλῶσιν, ἀντὶ μιᾶς γυναικὸς τρεῖς ἢ τέτταρας ἄνδρας διδόντες λυτροῦνται.
彼らは何よりもまして女好きであり、女性たちを非常に重んじているため、航行してくる海賊によって何人かの女性が捕らえられたときには、一人の女性の代わりに三、四人の男を差し出して身代金として連れ戻す。
οἰκοῦσι δʼ ὑπὸ ταῖς κοιλάσι πέτραις, καὶ παρὰ τοὺς κρημνοὺς ὀρύγματα κατασκευάζοντες καὶ καθόλου πολλοὺς τόπους ὑπονόμους ποιοῦντες ἐν τούτοις βιοῦσιν, ἅμα τὴν ἐξ αὐτῶν σκέπην καὶ ἀσφάλειαν θηρώμενοι.
彼らは窪んだ岩の下に住み、崖に沿って掘り穴を作り、一般に多くの場所を地下道に仕立てて、その中で生活しており、それらからの庇護と安全を同時に求めているのである。
§5.17.4ἀργυρῷ δὲ καὶ χρυσῷ νομίσματι τὸ παράπαν οὐ χρῶνται, καὶ καθόλου ταῦτα εἰσάγειν εἰς τὴν νῆσον κωλύουσιν·
彼らは銀貨や金貨をまったく使用せず、一般にそれらを島に持ち込むことを禁じている。
αἰτίαν δὲ ταύτην ἐπιφέρουσιν, ὅτι τὸ παλαιὸν Ἡρακλῆς ἐστράτευσεν ἐπὶ Γηρυόνην, ὄντα Χρυσάορος μὲν υἱόν, πλεῖστον δὲ κεκτημένον ἄργυρόν τε καὶ χρυσόν.
彼らはその理由として次のように主張している。 すなわち、昔ヘラクレスが、クリュサオルの息子であり非常に多くの銀と金を有していたゲリュオネスに対して遠征を行ったからである。
ἵνʼ οὖν ἀνεπιβούλευτον ἔχωσι τὴν κτῆσιν, ἀνεπίμικτον ἑαυτοῖς ἐποίησαν τὸν ἐξ ἀργύρου τε καὶ χρυσοῦ πλοῦτον.
したがって、自分たちの所有地が狙われないようにするために、彼らは銀と金からなる富を自分たちに関わりのないものとしたのである。
διόπερ ἀκολούθως ταύτῃ τῇ κρίσει κατὰ τὰς γεγενημένας πάλαι ποτὲ στρατείας παρὰ Καρχηδονίοις τοὺς μισθοὺς οὐκ ἀπεκόμιζον εἰς τὰς πατρίδας, ἀλλʼ ὠνούμενοι γυναῖκας καὶ οἶνον ἅπαντα τὸν μισθὸν εἰς ταῦτα κατεχορήγουν.
それゆえ、この判断に従って、かつてカルタゴ人のもとで行われた遠征の際には、彼らはその報酬を祖国に持ち帰ることはせず、むしろ女性やワインを購入し、報酬のすべてをこれらに費やした。