Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.85.1-4.85.7

奥里翁的伟业与西西里海峡的成因

第 321 段,共 406 段 · 希腊语

内容简介

本章节叙述了巨人英雄奥里翁的功绩,特别是他在西西里建造港口和岬角以及移居欧波亚的传说,探讨了关于西西里如何从半岛变为岛屿的各种神话解释,并引用了荷马史诗中描写冥府奥里翁的诗句。

§4.85.1εἰρήσθω, περὶ δὲ Ὠρίωνος τὰ μυθολογούμενα νῦν διέξιμεν.
[关于达芙尼斯]就说到这里,现在我们将讲述关于奥里翁的神话传说。
λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι καὶ κατασκευάσαι μεγάλα ἔργα διὰ τὴν ἰσχὺν καὶ φιλοδοξίαν.
因为据说他,在身体大小和力量上都远远超过了被提及的英雄们,成为了一个热爱狩猎的人,并凭借其力量和名誉欲建立起伟大的功绩。
κατὰ μὲν γὰρ τὴν Σικελίαν κατασκευάσαι Ζάγκλῳ τῷ τότε βασιλεύοντι τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι.
事实上,在西西里,为当时统治着那座当时因其而得名为赞克勒、如今被称为美塞涅的城市的国王赞克洛斯,他建造了其他一些工程,并通过堆土填筑港口,建造了被称为阿克特的地方。
§4.85.2ἐπεὶ δὲ τῆς Μεσσήνης ἐμνήσθημεν, οὐκ ἀνοίκειον προσθεῖναι νομίζομεν τοὶς προκειμένοις τὰς περὶ τὸν πορθμὸν διηγήδεις.
既然我们提到了美塞涅,我们认为在当前的论题中加入关于海峡的叙述并非不合适。
§4.85.3φασὶ γὰρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διὰ τοιαύτας αἰτίας. τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπὸ δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆναι, καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι, καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας.
因为古代的神话作家们说,西西里以前是一个半岛,后来由于以下原因变成了岛屿:地峡在最窄处被两边的海水冲刷而断裂,该地因此被命名为雷吉翁,而在许多年后建立的城市也得到了相同的名字。
§4.85.4ἔνιοι δὲ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου, καὶ γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης τὴν ἤπειρον ἀπὸ τῆς νήσου.
但也有人说,在发生大地震时,大陆的颈部被震断,海水将大陆与岛屿隔开,从而形成了海峡。
§4.85.5Ἡσίοδος δʼ ὁ ποιητής φησι τοὐναντίον ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον, καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώμενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως· ταῦτα δὲ διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι· διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατʼ οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.
然而,诗人赫西俄德相反地认为,由于海洋辽阔,奥里翁筑起了位于佩洛里斯附近的岬角,并建造了波塞冬的圣域,该圣域深受当地居民的格外崇敬;在完成这些事情后,他移居到欧波亚并在那里定居;由于他的名望,他被列入天上的星座中,获得了永恒的记忆。
§4.85.6περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρος ἐν τῇ Νεκυίᾳ μιμνησκόμενός φησι "τὸν δὲ μέτʼ Ὠρίωνα πελώριον εἰσενόησα θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, οὓς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
关于他,诗人荷马也在《招魂记》中提及并说道: “在我之后,我看见了巨大的奥里翁,在阿斯福代尔草地上驱赶着野兽,这些野兽是他自己在荒凉的山中杀死的,他手里拿着一根全青铜的、永不折断的铁棒。
" §4.85.7ὁμοίως δὲ καὶ περὶ τοῦ μεγέθους ἐμφανίζων, καὶ προεκθέμενος τὰ περὶ τοὺς Ἀλῳάδας, ὅτι ἐνναετεῖς ἦσαν τὸ μὲν εὖρος πηχῶν ἐννέα, τὸ δὲ μῆκος τῶν ἴσων ὀργυιῶν, ἐπιφέρει "τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα.
” 同样地,他也展现了奥里翁的身材,并在预先叙述了关于阿洛阿代的事情,即他们在九岁时宽达九肘,高达相同数量的寻,之后写道: “实利的大地抚养了他们,他们确实是最魁梧的,而且在著名的奥里翁之后,是最美丽的。
" ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν περὶ τῶν ἡρώων καὶ ἡμιθέων ἀρκούντως εἰρηκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.
” 而我们,按照最初的设想,对英雄和半神们进行了充分的叙述,在此就结束本书。

词汇与语法注释

  1. §4.85.1λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι — 带宾格主语 τοῦτον(指代奥里翁)的宾格不定式结构(包括 γενέσθαι 及其后的 κατασκευάσαι)受无人称动词 λέγεται 的支配。分词 ὑπεράγοντα 与 τοῦτον 在性、数、格(宾格)上保持一致。
  2. §4.85.1τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης — 此属格短语作为动词 βασιλεύω(支配属格)的宾语,用以表示国王(βασιλεύοντι)所统治的对象。对比结构 τότε μὲν ... νῦν δὲ ... 展现了该城市名称古今演变的历史。
  3. §4.85.3τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον — 带有主格补足语的分词短语 χερρόνησον οὖσαν 修饰宾格主语 τὴν Σικελίαν,意为“以前曾是半岛的西西里”。τὸ πρὸ τοῦ 作副词用,表示“以前”。
  4. §4.85.4γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης — 属格绝对分词短语 διειργούσης τῆς θαλάττης 表示主句不定式 γενέσθαι 的原因或伴随状况。不定式 γενέσθαι 及其宾格主语 τὸν πορθμὸν 受前文 λέγουσι 的支配。
  5. §4.85.5τιμώμενος ὑπὸ τῶν ἐγχωρίων διαφερόντως — 分词 τιμώμενος 在语法上为阳性单数主格,但在语义上指代前文的“波塞冬的圣域”(τὸ τέμενος τοῦ Ποσειδῶνος,为中性)。这是“按意义一致”(constructio ad sensum)的一个例子,即阳性受到了圣域的主神波塞冬的影响,或者它可能反映了文本流传过程中的异读。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.85.1-4.85.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.85.1-4.85.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。