§4.85.1εἰρήσθω, περὶ δὲ Ὠρίωνος τὰ μυθολογούμενα νῦν διέξιμεν.
[ダフニスについては十分に]語られたこととしよう。 しかし今や、オリオンについて語られている神話的伝承について詳細に述べよう。
λέγεται γὰρ τοῦτον σώματος μεγέθει καὶ ῥώμῃ πολὺ τῶν μνημονευομένων ἡρώων ὑπεράγοντα φιλοκύνηγον γενέσθαι καὶ κατασκευάσαι μεγάλα ἔργα διὰ τὴν ἰσχὺν καὶ φιλοδοξίαν.
というのも、彼は身体の大きさと力において記憶される英雄たちをはるかに凌駕しており、狩猟を愛する者となって、その強さと名誉欲によって偉大な業績を築いたと言われているからである。
κατὰ μὲν γὰρ τὴν Σικελίαν κατασκευάσαι Ζάγκλῳ τῷ τότε βασιλεύοντι τῆς τότε μὲν ἀπʼ αὐτοῦ Ζάγκλης, νῦν δὲ Μεσσήνης ὀνομαζομένης, ἄλλα τε καὶ τὸν λιμένα προσχώσαντα τὴν ὀνομαζομένην Ἀκτὴν ποιῆσαι.
実際、シケリアにおいては、当時、彼の名にちなんでザンクレと呼ばれ、現在はメッセネと呼ばれている都市を支配していた王ザンクロスに、他の様々なものとともに、港を埋め立てて、アクテと呼ばれるものを造り出したと言う。
§4.85.2ἐπεὶ δὲ τῆς Μεσσήνης ἐμνήσθημεν, οὐκ ἀνοίκειον προσθεῖναι νομίζομεν τοὶς προκειμένοις τὰς περὶ τὸν πορθμὸν διηγήδεις.
ところで、私たちがメッセネについて言及したのであるから、現在扱っている事柄に、海峡に関する記述を付け加えることは不適切ではないと私たちは考える。
§4.85.3φασὶ γὰρ οἱ παλαιοὶ μυθογράφοι τὴν Σικελίαν τὸ πρὸ τοῦ χερρόνησον οὖσαν ὕστερον γενέσθαι νῆσον διὰ τοιαύτας αἰτίας.
なぜなら、古代の神話作家たちは、次のような理由から、シケリアは以前は半島であったが、後に島になったと語っているからである。
τὸν ἰσθμὸν κατὰ τὸ στενώτατον ὑπὸ δυοῖν πλευρῶν θαλάττῃ προσκλυζόμενον ἀναρραγῆναι, καὶ τὸν τόπον ἀπὸ τούτου Ῥήγιον ὀνομασθῆναι, καὶ τὴν ὕστερον πολλοῖς ἔτεσι κτισθεῖσαν πόλιν τυχεῖν τῆς ὁμωνύμου προσηγορίας.
地峡が、最も狭い部分で両側から海に洗われて決壊し、それゆえにその場所はレギオンと名付けられ、その多く年後に建設された都市も同じ名前の呼称を得るに至ったと言う。
§4.85.4ἔνιοι δὲ λέγουσι σεισμῶν μεγάλων γενομένων διαρραγῆναι τὸν αὐχένα τῆς ἠπείρου, καὶ γενέσθαι τὸν πορθμὸν διειργούσης τῆς θαλάττης τὴν ἤπειρον ἀπὸ τῆς νήσου.
しかし、ある人々は、大地震が起こったために大陸の首(地峡)が引き裂かれ、海が大陸を島から隔てることによって海峡が生じたと言う。
§4.85.5Ἡσίοδος δʼ ὁ ποιητής φησι τοὐναντίον ἀναπεπταμένου τοῦ πελάγους Ὠρίωνα προσχῶσαι τὸ κατὰ τὴν Πελωρίδα κείμενον ἀκρωτήριον, καὶ τὸ τέμενος τοῦ Ποσειδῶνος κατασκευάσαι, τιμώμενον ὑπὸ τῶν ἐγχωρίων διαφερόντως·
しかし、詩人ヘシオドスはこれとは逆に、海が広がっていたために、オリオンがペロリスのあたりに位置する岬を築き上げ、ポセイドンの聖域を造営したと言う。 それは現地の人々によって格別に崇敬されている。
ταῦτα δὲ διαπραξάμενον εἰς Εὔβοιαν μεταναστῆναι κἀκεῖ κατοικῆσαι·
そして、これらのことを成し遂げた後、彼はエウボイアに移住し、そこに居住したと言う。
διὰ δὲ τὴν δόξαν ἐν τοῖς κατʼ οὐρανὸν ἄστροις καταριθμηθέντα τυχεῖν ἀθανάτου μνήμης.
そして、その名声ゆえに、天の星座の中に数えられ、不滅の記憶を得たと言う。
§4.85.6περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρος ἐν τῇ Νεκυίᾳ μιμνησκόμενός φησι
"τὸν δὲ μέτʼ Ὠρίωνα πελώριον εἰσενόησα θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, οὓς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές.
彼については、詩人ホメロスも『冥府下り』において彼に言及して、次のように語っている。 「その次に、私は巨大なオリオンを目にした、アスポデロスの野原で、獣たちを追い立てているのを、それらは彼自身が、人里離れた山々で打ち殺したものである、手に、すべて青銅でできた、決して折れぬこん棒を持って。
" §4.85.7ὁμοίως δὲ καὶ περὶ τοῦ μεγέθους ἐμφανίζων, καὶ προεκθέμενος τὰ περὶ τοὺς Ἀλῳάδας, ὅτι ἐνναετεῖς ἦσαν τὸ μὲν εὖρος πηχῶν ἐννέα, τὸ δὲ μῆκος τῶν ἴσων ὀργυιῶν, ἐπιφέρει
"τοὺς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα.
」同様に、彼の大きさについても明らかにしており、アロアダイについてあらかじめ説明し、彼らが九歳のとき、幅は九ペキュス、高さはそれと同じ数のオルギュイアであったと述べた後に、次のように書き加えている。 「実り豊かな大地が育てた彼らこそ、最も背が高く、そして、名高きオリオンに次いで、はるかに美しい者たちであった。
"
ἡμεῖς δὲ κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν περὶ τῶν ἡρώων καὶ ἡμιθέων ἀρκούντως εἰρηκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.
」しかし私たちは、最初に立てた意図に従って、英雄たちや半神たちについて十分に語り終えたので、ここで、この巻を締めくくることとする。