§4.84.1ἀπαγγελίαν·
叙述。
νυνὶ δὲ περὶ Δάφνιδος πειρασόμεθα διελθεῖν τὰ μυθολογούμενα.
但现在我们将试图论述关于达芙尼斯的神话传说。
Ἡραῖα γὰρ ὄρη κατὰ τὴν Σικελίαν ἐστίν, ἅ φασι κάλλει τε καὶ φύσει καὶ τόπων ἰδιότησι πρὸς θερινὴν ἄνεσιν καὶ ἀπόλαυσιν εὖ πεφυκέναι.
因为在西西里有被称为赫莱亚的山脉,人们说,因其美丽、自然以及地理位置的独特,这些山脉非常适合夏日的休憩与享受。
πολλάς τε γὰρ πηγὰς ἔχειν τῇ γλυκύτητι τῶν ὑδάτων διαφόρους καὶ δένδρεσι παντοίοις πεπληρῶσθαι.
因为人们说,这些山脉拥有许多因水质甘甜而杰出的泉水,并长满了各种各样的树木。
εἶναι δὲ καὶ δρυῶν μεγάλων πλῆθος, φερουσῶν καρπὸν τῷ μεγέθει διαλλάττοντα, διπλασιάζοντα τῶν ἐν ταῖς ἄλλαις χώραις φυομένων.
而且那里还有大量的巨大橡树,结出的果实在大小上非同一般,是其他地区生长者两倍之大。
ἔχειν δὲ καὶ τῶν ἡμέρων καρπῶν αὐτομάτων, ἀμπέλου τε πολλῆς φυομένης καὶ μήλων ἀμυθήτου πλήθους.
而且,那里还自然生长着一些栽培类的果实,并有许多野葡萄生长,以及无数的苹果。
§4.84.2διὸ καὶ στρατόπεδόν ποτε Καρχηδονίων ὑπὸ λιμοῦ πιεζόμενον διαθρέψαι, παρεχομένων τῶν ὀρῶν πολλαῖς μυριάσι χορηγίας εἰς τροφὴν ἀνέκλειπτον.
因此,人们还说,这些山脉曾供养过一支因饥荒而陷入困境的迦太基军队,山脉为数万人提供了源源不断的食物。
ἐν ταύτῃ δὲ τῇ χώρᾳ συναγκείας δένδρων οὔσης θεοπρεποῦς καὶ Νύμφαις. ἄλσους ἀνειμένου μυθολογοῦσι γεννηθῆναι τὸν ὀνομαζόμενον Δάφνιν, Ἑρμοῦ μὲν καὶ Νύμφης υἱόν, ἀπὸ δὲ τοῦ πλήθους καὶ τῆς πυκνότητος τῆς φυομένης δάφνης ὠνομάσθαι Δάφνιν.
在这个地区,有着一处神圣的、树木茂密的谷地,还有一处献给宁芙的神圣森林,人们传说,名为达芙尼斯的人便在此诞生,他是赫尔墨斯与一位宁芙之子,因该地生长的月桂树极其繁茂和密集,故被命名为达芙尼斯。
§4.84.3τοῦτον δʼ ὑπὸ Νυμφῶν τραφέντα, καὶ βοῶν ἀγέλας παμπληθεῖς κεκτημένον, τούτων ποιεῖσθαι πολλὴν ἐπιμέλειαν· ἀφʼ ἧς αἰτίας βουκόλον αὐτὸν ὀνομασθῆναι.
他由宁芙们抚养长大,拥有极多的牛群,并对它们精心照料;由于这个原因,他自己被称为“牧牛人”。
φύσει δὲ διαφόρῳ πρὸς εὐμέλειαν κεχορηγημένον ἐξευρεῖν τὸ βουκολικὸν ποίημα καὶ μέλος, ὃ μέχρι τοῦ νῦν κατὰ τὴν Σικελίαν τυγχάνει διαμένον ἐν ἀποδοχῇ.
由于天生在优美旋律上拥有杰出的天赋,他发明了牧歌和歌曲,这直至今日在西西里仍普遍受到欢迎并流传下来。
§4.84.4μυθολογοῦσι δὲ τὸν Δάφνιν μετὰ τῆς Ἀρτέμιδος κυνηγεῖν ὑπηρετοῦντα τῇ θεῷ κεχαρισμένως, καὶ διὰ τῆς σύριγγος καὶ βουκολικῆς μελῳδίας τέρπειν αὐτὴν διαφερόντως.
人们还传说,达芙尼斯与阿耳忒弥斯一同狩猎,以令女神愉悦的方式侍奉她,并用排箫和牧歌旋律使她格外快乐。
λέγουσι δʼ αὐτοῦ μίαν τῶν Νυμφῶν ἐρασθεῖσαν προειπεῖν, ἐὰν ἄλλῃ τινὶ πλησιάσῃ, στερήσεσθαι τῆς ὁράσεως· κἀκεῖνον ὑπό τινος θυγατρὸς βασιλέως καταμεθυσθέντα, καὶ πλησιάσαντα αὐτῇ, στερηθῆναι τῆς ὁράσεως κατὰ τὴν γεγενημένην ὑπὸ τῆς Νύμφης πρόρρησιν.
人们还说,宁芙中的一位爱上了他,并警告他说,如果他与任何其他女人亲近,他将被剥夺视力;而他被某位国王的女儿灌醉并与她亲近后,便按照宁芙先前的警告被剥夺了视力。
καὶ περὶ μὲν Δάφνιδος ἱκανῶς ἡμῖν
关于达芙尼斯,我们已经[说得]足够了。