§4.80.1μυθολογοῦσι δʼ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθʼ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι·
他们传说,在古代,这些女神瞒着父亲克罗诺斯抚养了宙斯,作为回报,她们被提升到天空中,成为星座,被称为熊。
§4.80.2περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν,
"ἔμπαλιν εἰς ὤμους τετραμμέναι· εἰ ἐτεόν γε Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο.
关于她们,阿拉托斯也持相同观点,在他的星象诗中写道: “它们转过肩,背向而立;如果她们真的在大宙斯的意愿下,从克里特岛升上了天空。 那时,宙斯还是个幼儿,她们将他安置在芳香的迪克特洞穴中,靠近伊达山,并抚养了他一年,那正是迪克特的库雷特斯人欺骗克罗诺斯的时候。
" §4.80.3οὐκ ἄξιον δὲ παραλιπεῖν τὴν περὶ τὰς θεὰς ἁγνείαν τε καὶ τὴν κατʼ ἀνθρώπους ἐπιφάνειαν.
” 不应忽略关于这些女神的神圣性以及她们在人类面前的显圣。
τιμῶσι δʼ αὐτὰς οὐ μόνον οἱ ταύτην τὴν πόλιν οἰκοῦντες, ἀλλὰ καί τινες τῶν ἄλλων περιοίκων θυσίαις τε μεγαλοπρεπέσι καὶ ταῖς ἄλλαις τιμαῖς ἀποσεμνύνουσι τὰς θεάς.
不仅居住在这座城市的人尊崇她们,而且其他一些周边的邻人也用壮丽的祭祀和其他荣光来尊崇这些女神。
§4.80.4ἐνίαις δὲ πόλεσι καὶ πυθόχρηστοι χρησμοὶ προσέταξαν τιμᾶν τὰς θεάς· ἔσεσθαι γὰρ τοῖς τοιούτοις τούς τε τῶν ἰδιωτῶν βίους εὐδαίμονας καὶ τὰς πόλεις εὐθενήσειν.
皮托的皮提亚神托也命令一些城市尊崇这些女神,因为神托称对于这样做的城市和个人,人们的生活将会幸福,城市也将会繁荣。
τέλος δὲ προβαινούσης ἐπὶ πολὺ τῆς κατὰ τὰς θεὰς ἐπιφανείας, οἱ μὲν ἐγχώριοι πολλοῖς ἀναθήμασιν ἀργυροῖς καὶ χρυσοῖς διετέλεσαν τιμῶντες ἄχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων.
最后,随着女神们的显圣极大传播,当地人不断以大量的金银奉纳物来尊崇她们,一直持续到本历史编纂的时代。
§4.80.5νεὼν μὲν γὰρ αὐταῖς κατεσκεύασαν οὐ μόνον τῷ μεγέθει διάφορον, ἀλλὰ καὶ τῇ πολυτελείᾳ τῇ κατὰ τὴν οἰκοδομίαν θαυμαζόμενον·
因为他们为她们建造了一座神殿,不仅在规模上非同凡响,而且在建筑的奢华上也令人赞叹。
οὐκ ἔχοντες γὰρ κατὰ τὴν ἰδίαν χώραν λίθον ἀξιόλογον παρὰ τῶν ἀστυγειτόνων Ἀγυριναίων ἤγαγον, τῶν μὲν πόλεων διεστηκυιῶν ὡς ἑκατὸν σταδίους, τῆς δʼ ὁδοῦ διʼ ἧς ἀνάγκη κομίζεσθαι τοὺς λίθους ὑπαρχούσης τραχείας καὶ παντελῶς δυσπορεύτου·
由于他们本国没有可用的上等石材,他们便从邻近的阿吉里翁人那里运来,尽管两座城市相距约一百斯塔德,而且必须运送石头的道路非常崎岖,完全难以通行。
δι’ ἣν αἰτίαν κατασκευάσαντες ἁμάξας τετρακύκλους ἑκατὸν ζεύγεσι βοῶν ἐκόμισαν τὸν λίθον.
出于这个原因,他们制造了四轮车,用一百对牛来运送石头。
§4.80.6διὰ γὰρ τὸ πλῆθος τῶν ἱερῶν χρημάτων εὐπορούμενοι, τῇ δαψιλείᾳ τῆς εὐπορίας ὑπερεῖδον τῶν ἀναλωμάτων·
因为神域资金充裕,他们非常富有,在富足的慷慨下,他们对支出毫不吝惜。
βραχὺ γὰρ πρὸ ἡμῶν εἶχον αἱ θεαὶ βοῦς μὲν ἱερὰς τρισχιλίας, χώρας δὲ πλῆθος ὥστε λαμβάνειν μεγάλας προσόδους.
实际上,就在我们时代的稍早前,女神们还拥有三千头圣牛,以及大量的土地,从而能获得巨额的收入。