§4.80.1μυθολογοῦσι δʼ αὐτὰς τὸ παλαιὸν θρέψαι τὸν Δία λάθρᾳ τοῦ πατρὸς Κρόνου, ἀνθʼ ὧν αὐτὰς εἰς τὸν οὐρανὸν ἀναβιβασθῆναι καὶ καταστερισθείσας ἄρκτους προσαγορευθῆναι·
人々は、かつて彼女たちが父クロノスに隠れてゼウスを育て、その恩賞として天に上げられて星になり、熊と呼ばれるようになったと語っている。
§4.80.2περὶ ὧν καὶ τὸν Ἄρατον συμφωνοῦντα τούτοις τεθεικέναι κατὰ τὴν τῶν ἄστρων ποίησιν,
"ἔμπαλιν εἰς ὤμους τετραμμέναι·
これについてアラトスも、これに同意して『天体詩』の中で以下のように書いている。 「背中合わせに身をそらせて。
εἰ ἐτεόν γε Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα Δίκτῳ ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρῳ ἐγκατέθεντο καὶ ἔτρεφον εἰς ἐνιαυτόν, Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύσαντο. "
もし本当に、大いなるゼウスの意志によって、彼女たちがクレタから天に登ったのであるなら。 当時、ゼウスが幼子であった頃、香高きディクテの、イダの山の近くにある洞窟に彼を匿い、一年間育てた時のこと、ディクテのクーレースたちがクロノスを欺いたあの時に。
§4.80.3οὐκ ἄξιον δὲ παραλιπεῖν τὴν περὶ τὰς θεὰς ἁγνείαν τε καὶ τὴν κατʼ ἀνθρώπους ἐπιφάνειαν.
」女神たちに関するその神聖さと、人間に対するその顕現は、言及せずにおくべきではない。
τιμῶσι δʼ αὐτὰς οὐ μόνον οἱ ταύτην τὴν πόλιν οἰκοῦντες, ἀλλὰ καί τινες τῶν ἄλλων περιοίκων θυσίαις τε μεγαλοπρεπέσι καὶ ταῖς ἄλλαις τιμαῖς ἀποσεμνύνουσι τὰς θεάς.
この都市の住民だけでなく、周辺の近隣住民の一部もまた、壮麗な犠牲祭やその他の敬意をもって、この女神たちをあがめている。
§4.80.4ἐνίαις δὲ πόλεσι καὶ πυθόχρηστοι χρησμοὶ προσέταξαν τιμᾶν τὰς θεάς·
いくつかの都市には、ピュティアの神託もまた、女神たちを崇拝するよう命じた。
ἔσεσθαι γὰρ τοῖς τοιούτοις τούς τε τῶν ἰδιωτῶν βίους εὐδαίμονας καὶ τὰς πόλεις εὐθενήσειν.
そうする者たちにとっては、個人の生活は幸福になり、都市は繁栄するであろうから、というのである。
τέλος δὲ προβαινούσης ἐπὶ πολὺ τῆς κατὰ τὰς θεὰς ἐπιφανείας, οἱ μὲν ἐγχώριοι πολλοῖς ἀναθήμασιν ἀργυροῖς καὶ χρυσοῖς διετέλεσαν τιμῶντες ἄχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων.
そして、女神たちの顕現がますます盛んになるにつれて、地元の人々は、この歴史が執筆されている現代に至るまで、金や銀の多くの奉納物をもって彼女たちを崇拝し続けてきた。
§4.80.5νεὼν μὲν γὰρ αὐταῖς κατεσκεύασαν οὐ μόνον τῷ μεγέθει διάφορον, ἀλλὰ καὶ τῇ πολυτελείᾳ τῇ κατὰ τὴν οἰκοδομίαν θαυμαζόμενον·
彼らは、その大きさで際立っているだけでなく、建築の豪華さによって驚嘆される神殿を彼女たちのために建設した。
οὐκ ἔχοντες γὰρ κατὰ τὴν ἰδίαν χώραν λίθον ἀξιόλογον παρὰ τῶν ἀστυγειτόνων Ἀγυριναίων ἤγαγον, τῶν μὲν πόλεων διεστηκυιῶν ὡς ἑκατὸν σταδίους, τῆς δʼ ὁδοῦ διʼ ἧς ἀνάγκη κομίζεσθαι τοὺς λίθους ὑπαρχούσης τραχείας καὶ παντελῶς δυσπορεύτου·
自分たちの領内には優れた石材がなかったため、彼らは隣のアギュリオンの人々のところから石を持ってきたのであるが、両都市は百スタディオンほど離れており、石を運ばねばならない道路は険しく、まったくの悪路であった。
δι’ ἣν αἰτίαν κατασκευάσαντες ἁμάξας τετρακύκλους ἑκατὸν ζεύγεσι βοῶν ἐκόμισαν τὸν λίθον.
このため、彼らは四輪の車を製作し、百番の牛を用いて石を運んだのである。
§4.80.6διὰ γὰρ τὸ πλῆθος τῶν ἱερῶν χρημάτων εὐπορούμενοι, τῇ δαψιλείᾳ τῆς εὐπορίας ὑπερεῖδον τῶν ἀναλωμάτων·
彼らは神域の資金が豊富で裕福であったため、その富の豊かさのゆえに、多額の費用をも厭わなかった。
βραχὺ γὰρ πρὸ ἡμῶν εἶχον αἱ θεαὶ βοῦς μὲν ἱερὰς τρισχιλίας, χώρας δὲ πλῆθος ὥστε λαμβάνειν μεγάλας προσόδους.
実際、我々の時代の少し前まで、女神たちは三千頭の聖なる牛を所有しており、多大な収入を得られるほどの多くの土地を所有していた。