Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.81.1-4.81.5

阿里斯泰乌斯的发现与阿克泰翁的悲剧

第 317 段,共 406 段 · 希腊语

内容简介

讲述了阿里斯泰乌斯的出生、成长及其传授给人类的农业技术,并探讨了其子阿克泰翁因触怒阿耳忒弥斯而被猎犬撕碎的悲剧原因。

§4.81.1ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως διεληλυθότες περὶ Ἀρισταίου γράφειν ἐγχειρήσομεν.
我们在充分讨论了这些事情之后,将着手撰写关于阿里斯泰乌斯的内容。
Ἀρισταῖος γὰρ ἦν υἱὸς μὲν Ἀπόλλωνος καὶ Κυρήνης τῆς Ὑψέως θυγατρὸς τοῦ Πηνειοῦ· περὶ δὲ τῆς γενέσεως αὐτοῦ μυθολογοῦσί τινες οὕτως.
因为阿里斯泰乌斯是阿波罗与库瑞涅之子,库瑞涅是佩涅乌斯之子许普修斯的女儿;关于他的出生,有人这样传说。
Ἀπόλλωνα, περὶ τὸ Πήλιον τρεφομένης κόρης ὄνομα Κυρήνης κάλλει διαφερούσης, ἐρασθῆναι τῆς παρθένου, καὶ μετενεγκεῖν αὐτὴν τῆς Λιβύης εἰς ταύτην τὴν χώραν, ἐν ᾗ κατὰ τοὺς ὕστερον χρόνους τινὰ κτίσαντα πόλιν ἀπʼ ἐκείνης ὀνομάσαι Κυρήνην.
阿波罗爱上了一位名叫库瑞涅的少女,她是在皮立翁山附近抚养长大的,美貌出众。 阿波罗将她从利比亚带到了那个地方,在后来的时代,有人在那里创建了一座城市,并以她的名字命名为库瑞涅。
§4.81.2τὸν δʼ οὖν Ἀπόλλω κατὰ ταύτην τὴν χώραν ἐκ Κυρήνης γεννήσαντα υἱὸν Ἀρισταῖον τοῦτον μὲν νήπιον ὄντα παραδοῦναι ταῖς Νύμφαις τρέφειν· ταύτας δὲ τῷ παιδὶ τρεῖς ὀνομασίας προσάψαι· καλεῖν γὰρ αὐτὸν Νόμιον, Ἀρισταῖον, Ἀγρέα.
总之,阿波罗在那个地方与库瑞涅生下了儿子阿里斯泰乌斯,在他还是婴儿时,就将他交给宁芙抚养;宁芙们给这个孩子起了三个名字,称他为诺米乌斯、阿里斯泰乌斯和阿格瑞乌斯。
τοῦτον δὲ παρὰ τῶν Νυμφῶν μαθόντα τήν τε τοῦ γάλακτος πῆξιν καὶ τὴν κατασκευὴν τῶν σμήνων, ἔτι δὲ τῶν ἐλαιῶν τὴν κατεργασίαν, §4.81.3διδάξαι πρῶτον τοὺς ἀνθρώπους.
而他从宁芙们那里学会了牛奶的凝固和蜂巢的建造,以及橄榄的加工,并首次将这些传授给人类。
διὰ δὲ τὴν εὐχρηστίαν τὴν ἐκ τούτων τῶν εὑρημάτων τοὺς εὐεργετηθέντας ἀνθρώπους τιμῆσαι τὸν Ἀρισταῖον ἰσοθέοις τιμαῖς, καθὰ καὶ τὸν Διόνυσον.
由于这些发明所带来的实用性,受益的人们用与神同等的荣光来尊崇阿里斯泰乌斯,就像尊崇狄奥尼索斯一样。
μετὰ δὲ ταῦτά φασιν αὐτὸν εἰς Βοιωτίαν καταντήσαντα γῆμαι τῶν Κάδμου θυγατέρων Αὐτονόην, ἐξ ἧς φασιν Ἀκτέωνα γενέσθαι τὸν κατὰ τοὺς μύθους ὑπὸ τῶν ἰδίων κυνῶν διασπασθέντα.
在这之后,据说他来到波奥蒂亚,娶了卡德摩斯的女儿之一奥托诺厄为妻,据说他们生下了阿克泰翁,根据神话,阿克泰翁被自己的猎犬撕碎。
§4.81.4τὴν δʼ αἰτίαν ἀποδιδόασι τῆς ἀτυχίας οἱ μὲν ὅτι κατὰ τὸ τῆς Ἀρτέμιδος ἱερὸν διὰ τῶν ἀνατιθεμένων ἀκροθινίων ἐκ τῶν κυνηγίων προῃρεῖτο τὸν γάμον κατεργάσασθαι τῆς Ἀρτέμιδος, οἱ δʼ ὅτι τῆς Ἀρτέμιδος αὑτὸν πρωτεύειν ταῖς κυνηγίαις ἀπεφήνατο.
关于这一不幸的原因,有人认为是因为他在阿耳忒弥斯的神殿中,企图通过供奉狩猎所得的初物来达成与阿耳忒弥斯的结合,而另一些人则认为是因为他声称自己在狩猎方面超越了阿耳忒弥斯。
§4.81.5οὐκ ἀπίθανον δὲ ἐπʼ ἀμφοτέροις τούτοις μηνῖσαι τὴν θεόν·
女神因这两个原因而发怒并非不可能。
εἴτε γὰρ τοῖς ἁλισκομένοις πρὸς τὴν ἀκοινώνητον τοῖς γάμοις κατεχρῆτο πρὸς τὸ συντελέσαι τὴν ἰδίαν ἐπιθυμίαν, εἴτε καὶ ταύτης ἐτόλμησεν εἰπεῖν αἱρετώτερον αὑτὸν εἶναι κυνηγόν ᾗ καὶ θεοὶ παρακεχωρήκασι τῆς ἐν τούτοις ἁμίλλης, ὁμολογουμένην καὶ δικαίαν ὀργὴν ἔσχε πρὸς αὐτὸν ἡ θεός.
因为,无论他是利用捕获的猎物,企图对不愿结婚的女神达成自己的欲望,还是他胆敢宣称自己是比她更优秀的猎手(而神明们甚至在这些竞争中都对她退让三分),女神对他抱有公认且正当的愤怒是确凿无疑的。
καθόλου δὲ πιθανῶς εἰς τὴν τῶν ἁλισκομένων θηρίων μεταμορφωθεὶς ἰδέαν ὑπὸ τῶν καὶ τἄλλα θηρία χειρουμένων κυνῶν διεφθάρη.
总之,他大概是被变成了被捕获野兽的模样,从而被那些通常制服其他野兽的猎犬们咬死了。

词汇与语法注释

  1. 4.81.1ὄνομα Κυρήνης — ὄνομα 是表示关系的宾格(副词性宾格),意为“名为”。Κυρήνης 是该专有名词的属格,对 ὄνομα 起同位语作用。
  2. 4.81.1μετενεγκεῖν αὐτὴν τῆς Λιβύης εἰς ταύτην τὴν χώραν — τῆς Λιβύης 是表示分离的夺格性属格,意为“从利比亚”。εἰς ταύτην τὴν χώραν(到这个地方)指后来的昔兰尼加地区。
  3. 4.81.2τοῦτον δὲ... μαθόντα... διδάξαι — 宾格的 τοῦτον(指阿里斯泰乌斯)是下一节(§4.81.3)不定式 διδάξαι 的主语宾格。在表示传说的间接引语中,它伴随着宾格分词 μαθόντα。
  4. 4.81.4προῃρεῖτο τὸν γάμον κατεργάσασθαι — 动词 προαιρέομαι(意图、企图)带补充性不定式 κατεργάσασθαι(达成、实现),表示他企图达成或促成婚姻。
  5. 4.81.5ᾗ καὶ θεοὶ παρακεχωρήκασι τῆς ἐν τούτοις ἁμίλλης — 关系代词 ᾗ(与格,指代阿耳忒弥斯)受动词 παραχωρέω 支配。该动词采取与格(人)和属格(事物:τῆς ἁμίλλης)的搭配,意为“连神明都在这些竞争中向她让步”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.81.1-4.81.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.81.1-4.81.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。