Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.79.1-4.79.7

米诺斯远征西西里遇害与克里特人定居

第 315 段,共 406 段 · 希腊语

内容简介

米诺斯远征西西里岛以追捕代达罗斯,却被科卡洛斯谋杀。滞留的克里特人放弃回国,定居于西西里岛并建立米诺阿与恩吉翁,并逐渐繁荣。

§4.79.1Μίνως δʼ ὁ τῶν Κρητῶν βασιλεὺς θαλαττοκρατῶν κατʼ ἐκείνους τοὺς χρόνους, καὶ πυθόμενος τὴν Δαιδάλου φυγὴν εἰς Σικελίαν, ἔγνω στρατεύειν ἐπʼ αὐτήν.
克里特人的国王米诺斯在那个时期掌握着海上霸权,在得知代达罗斯逃往西西里岛后,决定对该岛发动战争。
παρασκευασάμενος δὲ δύναμιν ναυτικὴν ἀξιόλογον ἐξέπλευσεν ἐκ τῆς Κρήτης, καὶ κατῆρε τῆς Ἀκραγαντίνης εἰς τὴν ἀπʼ ἐκείνου Μινῴαν καλουμένην.
他准备了一支规模可观的海军,从克里特岛起航,在阿克拉加斯境内一个因他而得名“米诺阿”的地方着陆。
ἀποβιβάσας δὲ τὴν δύναμιν καὶ πέμψας ἀγγέλους πρὸς Κώκαλον τὸν βασιλέα ἐξῄτει τὸν Δαίδαλον εἰς τιμωρίαν.
在让军队登岸并向国王科卡洛斯派出使者后,他要求交出代达罗斯以示惩戒。
§4.79.2ὁ δὲ Κώκαλος εἰς σύλλογον προκαλεσάμενος καὶ πάντα ποιήσειν ἐπαγγειλάμενος ἐπὶ τὰ ξένια παρέλαβε τὸν Μίνω.
科卡洛斯邀请他参加会谈,并许诺将满足他的一切要求,以此将米诺斯接纳为宾客。
λουμένου δʼ αὐτοῦ, Κώκαλος μὲν παρακατασχὼν πλείονα χρόνον ἐν τῷ θερμῷ τὸν Μίνωα διέφθειρε, καὶ τὸ σῶμα ἀπέδωκε τοῖς Κρησί, πρόφασιν ἐνεγκὼν τοῦ θανάτου διότι κατὰ τὸν λουτρῶνα ὠλίσθηκε καὶ πεσὼν εἰς τὸ θερμὸν ὕδωρ ἐτελεύτησε.
然而在米诺斯沐浴时,科卡洛斯将他长时间地留在热水里致其死亡,随后将尸体归还给克里特人,并为他的死因辩解说,他是因为在浴室里滑倒,落入热水中而丧命的。
§4.79.3μετὰ δὲ ταῦθʼ οἱ μὲν συνεστρατευμένοι τὸ σῶμα τοῦ βασιλέως ἔθαψαν μεγαλοπρεπῶς, καὶ διπλοῦν τάφον οἰκοδομήσαντες κατὰ μὲν τὸν κεκρυμμένον τόπον ἔθεσαν τὰ ὀστᾶ, κατὰ δὲ τὸν ἀνεῳγμένον ἐποίησαν Ἀφροδίτης νεών.
此后,与他一同远征的人庄严地埋葬了国王的尸体,并建造了一座双层的陵墓,在隐蔽的部分安放了骨骸,在开放的部分建造了一座阿佛洛狄忒的神殿。
οὗτος δʼ ἐπὶ γενεὰς πλείους ἐτιμᾶτο, θυόντων τῶν ἐγχωρίων ὡς Ἀφροδίτης ὄντος τοῦ νεώ·
这座神殿在好几代人的时间里都受到尊崇,当地人纷纷献祭,视该神殿为阿佛洛狄忒所有。
§4.79.4κατὰ δὲ τοὺς νεωτέρους καιροὺς κτισθείσης μὲν τῆς τῶν Ἀκραγαντίνων πόλεως, γνωσθείσης δὲ τῆς τῶν ὀστῶν θέσεως, συνέβη %5τὸν μὲν τάφον καθαιρεθῆναι, τὰ δʼ ὀστᾶ τοῖς Κρησὶν ἀποδοθῆναι, Θήρωνος δυναστεύοντος τῶν Ἀκραγαντίνων.
但在后来的时代,随着阿克拉加斯人的城市建立,且骨骸安放之处为人所知之后,在塞隆统治阿克拉加斯人期间,陵墓被拆除,骨骸被归还给了克里特人。
§4.79.5οὐ μὴν ἀλλʼ οἱ κατὰ τὴν Σικελίαν Κρῆτες μετὰ τὴν Μίνωος τελευτὴν ἐστασίασαν διὰ τὴν ἀναρχίαν, τῶν δὲ νεῶν ὑπὸ τῶν περὶ τὸν Κώκαλον Σικανῶν ἐμπυρισθεισῶν τὴν μὲν εἰς τὰς πατρίδας ἐπάνοδον ἀπέγνωσαν, κρίναντες δʼ ἐν τῇ Σικελίᾳ κατοικεῖν, οἱ μὲν ἐνταῦθα πόλιν ᾤκισαν ἣν ἀπὸ τοῦ βασιλέως αὐτῶν Μινῴαν ὠνόμασαν, οἱ δὲ διὰ τῆς μεσογείου πλανηθέντες καὶ καταλαβόμενοι χωρίον ὀχυρὸν ἔκτισαν πόλιν ἣν ἀπὸ τῆς ἐν τῇ πόλει ῥεούσης πηγῆς ὠνόμασαν Ἔγγυον.
然而,西西里岛的克里特人在米诺斯死后,因处于无政府状态而发生内讧,加上他们的船只被科卡洛斯手下的西坎人烧毁,他们放弃了返回祖国的希望,决定在西西里岛定居。 其中一部分人在那里建了一座城市,以他们的国王命名为米诺阿;而其他人则在内陆流浪,占领了一处险要之地,建了一座城市,以城中流淌的泉水命名为恩吉翁。
§4.79.6ὕστερον δὲ μετὰ τὴν τῆς Τροίας ἅλωσιν Μηριόνου τοῦ Κρητὸς προσενεχθέντος τῇ Σικελίᾳ, προσεδέξαντο τοὺς καταπλεύσαντας Κρῆτας διὰ τὴν συγγένειαν καὶ τῆς πολιτείας μετέδοσαν, ὁρμώμενοι δʼ ἐξ ὀχυρᾶς πόλεως καὶ καταπολεμήσαντές τινας τῶν περιοίκων ἱκανὴν κατεκτήσαντο χώραν.
后来,在特洛伊陷落之后,当克里特人梅里奥内斯漂流到西西里岛时,当地的克里特人因同族之情接纳了这些登岸的克里特人,并给予他们公民权;他们以坚固的城市为基地,击败了部分周边居民,夺取了足够的土地。
§4.79.7ἀεὶ δὲ μᾶλλον αὐξόμενοι, καὶ κατασκευάσαντες ἱερὸν τῶν Μητέρων, διαφόρως ἐτίμων τὰς θεάς, ἀναθήμασι πολλοῖς κοσμοῦντες τὸ ἱερὸν αὐτῶν.
他们不断繁荣昌盛,并建造了一座母神殿,以大量的祭品装饰她们的神殿,格调非凡地尊崇这些女神。
ταύτας δʼ ἀφιδρυθῆναί φασιν ἐκ τῆς Κρήτης διὰ τὸ καὶ παρὰ τοῖς Κρησὶ τιμᾶσθαι τὰς θεὰς ταύτας διαφερόντως.
据说这些女神是从克里特岛引渡分灵而来的,因为在克里特人中间,这些女神也同样受到格外的尊崇。

词汇与语法注释

  1. 4.79.1ἀπʼ ἐκείνου — 指示代名词 ἐκεῖνος 的属格,指代前文的 Μίνως(米诺斯)。表明该地名“米诺阿”是以他的名字命名的。
  2. 4.79.2παρακατασχὼν πλείονα χρόνον ἐν τῷ θερμῷ — πλείονα 是比较级(πολύς 的男性/女性单数宾格),在此作绝对比较级使用,意为“比平时更长”或“过长(足以致死)”。ἐν τῷ θερμῷ 是形容词 θερμός 的中性单数与格名词化,在此语境中指“在温水(或浴缸)中”。
  3. 4.79.3ὡς Ἀφροδίτης ὄντος τοῦ νεώ — ὡς 连同属格绝对构成的分词短语(ὄντος τοῦ νεώ)。表示主观原因或名义,说明当地人是在认为(或相信)该神殿属于阿佛洛狄忒(Ἀφροδίτης 为所有格属格)的情况下进行崇拜的。
  4. 4.79.4Θήρωνος δυναστεύοντος τῶν Ἀκραγαντίνων — 属格绝对结构(现在分词 δυναστεύοντος)。作时间状语从句,表示在阿克拉加斯僭主塞隆统治时期。动词 δυναστεύω 支配属格。
  5. 4.79.5οὐ μὴν ἀλλʼ — 表示强烈转折或对比的惯用连接词短语,意为“然而”、“尽管如此”。将叙事从国王之死及后来的骨骸归还,过渡到留下来的克里特士兵的困境及新的发展。
  6. 4.79.7ἀφιδρυθῆναι — 动词 ἀφιδρύω(指从原址迁移神像或崇拜并重新安置,即分灵、劝请)的被动不定式。属带对格的不定式结构(由 φασί 支配),指女神们的信仰从克里特岛移植到了西西里岛。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.79.1-4.79.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.79.1-4.79.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。