§4.78.1Δαίδαλος δὲ παρά τε τῷ Κωκάλῳ καὶ τοῖς Σικανοῖς διέτριψε πλείω χρόνον, θαυμαζόμενος ἐν τῇ κατὰ τὴν τέχνην ὑπερβολῇ.
代达罗斯在科卡洛斯和西坎人那里度过了较长时间,因其手艺的极其精湛而受到赞赏。
κατεσκεύασε δʼ ἐν τῇ νήσῳ ταύτῃ τινὰ τῶν ἔργων ἃ μέχρι τοῦ νῦν διαμένει.
他在该岛上建造了一些保留至今的工程。
πλησίον μὲν γὰρ τῆς Μεγαρίδος φιλοτέχνως ἐποίησε τὴν ὀνομαζομένην κολυμβήθραν, ἐξ ἧς μέγας ποταμὸς εἰς τὴν πλησίον θάλατταν ἐξερεύγεται καλούμενος Ἀλαβών.
例如,在梅加里斯附近,他以精湛的手艺建造了被称为科伦贝特拉的蓄水池,一条名为阿拉邦的大河从此池中流向附近的海洋。
§4.78.2κατὰ δὲ τὴν νῦν Ἀκραγαντίνην ἐν τῷ Καμικῷ καλουμένῳ πόλιν ἐπὶ πέτρας οὖσαν πασῶν ὀχυρωτάτην κατεσκεύασε καὶ παντελῶς ἐκ βίας ἀνάλωτον· στενὴν γὰρ καὶ σκολιὰν τὴν ἀνάβασιν αὐτῆς φιλοτεχνήσας ἐποίησε δύνασθαι διὰ τριῶν ἢ τεττάρων ἀνθρώπων φυλάττεσθαι.
而在如今的阿克拉加斯境内一个名为卡米科斯的地方,他建造了一座坐落在岩石上的、在所有城市中最坚固的、完全无法凭武力攻取的城市;因为他通过精湛的手艺将该城的登城通道做得狭窄且弯曲,使其能够仅由三四个人来守卫。
διόπερ ὁ Κώκαλος ἐν ταύτῃ ποιήσας τὰ βασίλεια καὶ τὰ χρήματα κατατιθέμενος ἀνάλωτον ἔσχεν αὐτὴν διὰ τῆς ἐπινοίας τοῦ τεχνίτου.
因此,科卡洛斯在此城建造了王宫,并将财宝藏于其中,凭借这位工匠的构想而使其保持着不可攻破的状态。
§4.78.3τρίτον δὲ σπήλαιον κατὰ τὴν Σελινουντίαν χώραν κατεσκεύασεν, ἐν ᾧ τὴν ἀτμίδα τοῦ κατʼ αὐτὴν πυρὸς οὕτως εὐστόχως ἐξέλαβεν ὥστε διὰ τὴν μαλακότητα τῆς θερμασίας ἐξιδροῦν λεληθότως καὶ κατὰ μικρὸν τοὺς ἐνδιατρίβοντας καὶ μετὰ τέρψεως θεραπεύειν τὰ σώματα μηδὲν παρενοχλουμένους ὑπὸ τῆς θερμότητος.
第三,他在塞利努斯地区建造了一个洞穴,在其中他如此巧妙地引出了当地地火的蒸汽,以至于由于热力的温和,留在此地的人会在不知不觉中渐渐排汗,并在不受热力困扰的情况下,愉快地调理身体。
§4.78.4κατὰ δὲ τὸν Ἔρυκα πέτρας οὔσης ἀποτομάδος εἰς ὕψος ἐξαίσιον, καὶ τῆς κατὰ τὸ ἱερὸν τῆς Ἀφροδίτης στενοχωρίας ἀναγκαζούσης ἐπὶ τὸ τῆς πέτρας ἀπόκρημνον ποιήσασθαι τὴν οἰκοδομίαν, κατεσκεύασεν ἐπʼ αὐτοῦ τοῦ κρημνοῦ τοῖχον, προβιβάσας παραδόξως τὸ ὑπερκείμενον τοῦ κρημνοῦ.
而在埃里克斯,由于岩石陡峭,高度惊人,且阿佛洛狄忒神殿周围的空间狭窄,迫使建筑必须建在岩石的峭壁上,他在峭壁边缘建造了一堵墙,以不可思议的方式延伸了悬崖上方的区域。
§4.78.5χρυσοῦν τε κριὸν τῇ Ἀφροδίτῃ τῇ Ἐρυκίνῃ φασὶν αὐτὸν φιλοτεχνῆσαι περιττῶς εἰργασμένον καὶ τῷ κατʼ ἀλήθειαν κριῷ ἀπαρεγχειρήτως ὡμοιωμένον.
他们还说,他为埃里克斯的阿佛洛狄忒精工制作了一只黄金公羊,其工艺极其精湛,逼真得与真正的公羊无异。
ἄλλα τε πολλά φασιν αὐτὸν φιλοτεχνῆσαι κατὰ τὴν Σικελίαν, ἃ διὰ τὸ πλῆθος τοῦ χρόνου διέφθαρται.
他们还说,他在西西里岛各地制作了许多其他工艺品,但这些作品由于年代久远而已被损毁。