§4.78.1Δαίδαλος δὲ παρά τε τῷ Κωκάλῳ καὶ τοῖς Σικανοῖς διέτριψε πλείω χρόνον, θαυμαζόμενος ἐν τῇ κατὰ τὴν τέχνην ὑπερβολῇ.
ダイダロスはコカロスのもと、またシカノイ人のもとで長い時間を過ごし、その技術における卓越性のゆえに称賛された。
κατεσκεύασε δʼ ἐν τῇ νήσῳ ταύτῃ τινὰ τῶν ἔργων ἃ μέχρι τοῦ νῦν διαμένει.
そして彼はこの島の中に、現在まで残るいくつかの作品を制作した。
πλησίον μὲν γὰρ τῆς Μεγαρίδος φιλοτέχνως ἐποίησε τὴν ὀνομαζομένην κολυμβήθραν, ἐξ ἧς μέγας ποταμὸς εἰς τὴν πλησίον θάλατταν ἐξερεύγεται καλούμενος Ἀλαβών.
すなわち、メガリスの近くに、彼は技術的に巧みに「コリュンベトラ」と呼ばれる池を制作し、そこからアラボンと呼ばれる大河が近くの海へと流れ出ている。
§4.78.2κατὰ δὲ τὴν νῦν Ἀκραγαντίνην ἐν τῷ Καμικῷ καλουμένῳ πόλιν ἐπὶ πέτρας οὖσαν πασῶν ὀχυρωτάτην κατεσκεύασε καὶ παντελῶς ἐκ βίας ἀνάλωτον·
また、現在のアクラガス領内において、カミコスと呼ばれる、岩山の上にあってあらゆる都市のうちで最も堅固な都市に、力ずくでは完全に攻略不可能なものを建設した。
στενὴν γὰρ καὶ σκολιὰν τὴν ἀνάβασιν αὐτῆς φιλοτεχνήσας ἐποίησε δύνασθαι διὰ τριῶν ἢ τεττάρων ἀνθρώπων φυλάττεσθαι.
なぜなら、彼はその登り道を狭く、かつ曲がりくねったものへと技術的技巧をもって作り上げたので、3人か4人の人間によって守られうるようにしたからである。
διόπερ ὁ Κώκαλος ἐν ταύτῃ ποιήσας τὰ βασίλεια καὶ τὰ χρήματα κατατιθέμενος ἀνάλωτον ἔσχεν αὐτὴν διὰ τῆς ἐπινοίας τοῦ τεχνίτου.
それゆえ、コカロスはこの都市に王宮を作り、自らの財宝をそこに保管して、この技術者の創意工夫によってそれを攻略不可能なものとして保持した。
§4.78.3τρίτον δὲ σπήλαιον κατὰ τὴν Σελινουντίαν χώραν κατεσκεύασεν, ἐν ᾧ τὴν ἀτμίδα τοῦ κατʼ αὐτὴν πυρὸς οὕτως εὐστόχως ἐξέλαβεν ὥστε διὰ τὴν μαλακότητα τῆς θερμασίας ἐξιδροῦν λεληθότως καὶ κατὰ μικρὸν τοὺς ἐνδιατρίβοντας καὶ μετὰ τέρψεως θεραπεύειν τὰ σώματα μηδὲν παρενοχλουμένους ὑπὸ τῆς θερμότητος.
第三に、彼はセリヌス領内に洞窟を造り、その中へとその地にある火の蒸気を実に見事に導き入れたので、その熱の柔らかさのゆえに、そこに滞在する者たちが気づかぬうちに少しずつ汗をかき、熱さによって何ら悩まされることなく、心地よく身体を治療できるようにした。
§4.78.4κατὰ δὲ τὸν Ἔρυκα πέτρας οὔσης ἀποτομάδος εἰς ὕψος ἐξαίσιον, καὶ τῆς κατὰ τὸ ἱερὸν τῆς Ἀφροδίτης στενοχωρίας ἀναγκαζούσης ἐπὶ τὸ τῆς πέτρας ἀπόκρημνον ποιήσασθαι τὴν οἰκοδομίαν, κατεσκεύασεν ἐπʼ αὐτοῦ τοῦ κρημνοῦ τοῖχον, προβιβάσας παραδόξως τὸ ὑπερκείμενον τοῦ κρημνοῦ.
また、エリュクスにおいては、岩山が桁外れの高さへと切り立っており、アプロディテの神殿のあたりの手狭さのために、岩山の絶壁の上に建造物を作らざるを得なかったのであるが、彼はその絶壁そのものの上に壁を建設し、その絶壁の上に張り出した部分を驚くべきやり方で拡張した。
§4.78.5χρυσοῦν τε κριὸν τῇ Ἀφροδίτῃ τῇ Ἐρυκίνῃ φασὶν αὐτὸν φιλοτεχνῆσαι περιττῶς εἰργασμένον καὶ τῷ κατʼ ἀλήθειαν κριῷ ἀπαρεγχειρήτως ὡμοιωμένον.
また、彼らは、彼がエリュクスのアプロディテのために、極めて精巧に作られ、本物の雄羊に寸分違わず似せられた黄金の雄羊を、技術的技巧をもって制作したと言っている。
ἄλλα τε πολλά φασιν αὐτὸν φιλοτεχνῆσαι κατὰ τὴν Σικελίαν, ἃ διὰ τὸ πλῆθος τοῦ χρόνου διέφθαρται.
また、彼らは、彼がシケリアにおいて他にも多くのものを技術的技巧をもって制作したが、それらは長い時の経過のために滅びてしまったと言っている。