§4.77.1μετὰ δὲ ταῦτα διαδρὰς εἰς Κρήτην, καὶ διὰ τὴν ἐν τῇ τέχνῃ δόξαν θαυμαζόμενος, φίλος ἐγένετο Μίνωος τοῦ βασιλέως.
此后,他逃往克里特岛,因其手艺名声显赫而受到赞赏,成为了国王米诺斯的友人。
κατὰ δὲ τὸν παραδεδομένον μῦθον Πασιφάης τῆς Μίνωος γυναικὸς ἐρασθείσης τοῦ ταύρου, μηχάνημα ποιήσας ὡμοιωμένον βοΐ συνήργησε τῇ Πασιφάῃ πρὸς τὴν ἐπιθυμίαν.
根据流传的神话,当米诺斯的妻子帕西法厄爱上那头雄牛时,他制作了一个模仿母牛的装置,协助帕西法厄满足了她的欲望。
§4.77.2μυθολογοῦσι γὰρ πρὸ τούτων τῶν χρόνων Μίνωα κατʼ ἐνιαυτὸν συνήθως καθιεροῦν τὸν κάλλιστον τῶν γινομένων ταύρων τῷ Ποσειδῶνι καὶ θύειν τοῦτον τῷ θεῷ· γενομένου δὲ τότε ταύρου κάλλει διαφέροντος ἕτερον τῶν ἡττόνων ταύρων θῦσαι· τὸν δὲ Ποσειδῶνα μηνίσαντα τῷ Μίνῳ ποιῆσαι τὴν γυναῖκα αὐτοῦ Πασιφάην ἐρασθῆναι τοῦ ταύρου.
因为人们在神话中讲到,在这些时代之前,米诺斯通常每年将新生雄牛中最美丽的一头献给波塞冬,并将这头牛祭献给神明;但在那时出生了一头美貌非凡的雄牛,他却祭献了另一头较差的雄牛;波塞冬对米诺斯动怒,使他的妻子帕西法厄爱上了那头雄牛。
§4.77.3διὰ δὲ τῆς τούτου φιλοτεχνίας τὴν Πασιφάην μιγεῖσαν τῷ ταύρῳ γεννῆσαι τὸν μυθολογούμενον Μινώταυρον.
并且通过代达罗斯的这一工艺,帕西法厄与雄牛交合,生下了神话中的米诺陶洛斯。
τοῦτον δέ φασι διφυῆ γεγονέναι, καὶ τὰ μὲν ἀνώτερα μέρη τοῦ σώματος ἄχρι τῶν ὤμων ἔχειν ταύρου, τὰ δὲ λοιπὰ ἀνθρώπου.
他们说这怪物体呈双重形态,肩膀以上的身体上部属于雄牛,其余部分则属于人类。
§4.77.4τῷ δὲ τέρατι τούτῳ πρὸς διατροφὴν λέγεται κατασκευάσαι Δαίδαλον λαβύρινθον, τὰς διεξόδους σκολιὰς ἔχοντα καὶ τοῖς ἀπείροις δυσευρέτους, ἐν ᾧ τρεφόμενον τὸν Μινώταυρον τοὺς ἐξ Ἀθηνῶν ἀποστελλομένους ἑπτὰ κόρους καὶ κόρας κατεσθίειν, περὶ ὧν προειρήκαμεν.
据说代达罗斯为这只怪物的饲养建造了一座迷宫,其通道曲折,对于无经验的人来说难以找到出口,被饲养在其中的米诺陶洛斯吞食了从雅典送来的七名少年和少女,关于他们我们此前已经谈到过。
§4.77.5τὸν οὖν Δαίδαλον πυθόμενον τὴν ἀπειλὴν τοῦ Μίνωος διὰ τὴν κατασκευὴν τῆς βοός φασι φοβηθέντα τὴν ὀργὴν τοῦ βασιλέως ἐκ τῆς Κρήτης ἐκπλεῦσαι, συνεργούσης τῆς Πασιφάης καὶ πλοῖον δούσης πρὸς τὸν ἔκπλουν.
因此人们说,代达罗斯得知米诺斯因其制作母牛而发出的威胁后,害怕国王的愤怒,在帕西法厄的协助下,且由她提供了用于逃亡的船只,从而乘船逃离了克里特岛。
§4.77.6μετὰ δὲ τούτου τὸν υἱὸν Ἴκαρον φυγόντα κατενεχθῆναι πρός τινα νῆσον πελαγίαν, πρὸς ἣν τὸν Ἴκαρον παραβόλως ἀποβαίνοντα πεσεῖν εἰς θάλατταν καὶ τελευτῆσαι, ἀφʼ οὗ καὶ τὸ πέλαγος Ἰκάριον ὀνομασθῆναι καὶ τὴν νῆσον Ἰκαρίαν κληθῆναι.
与他一同逃亡的儿子伊卡洛斯被带到了外海的某座岛屿,当伊卡洛斯在冒险登陆该岛时坠入海中丧生,因此该海域被命名为伊卡里亚海,该岛也被称为伊卡里亚岛。
τὸν δὲ Δαίδαλον ἐκ τῆς νήσου ταύτης ἐκπλεύσαντα κατενεχθῆναι τῆς Σικελίας πρὸς χώραν ἧς βασιλεύοντα Κώκαλον ἀναλαβεῖν τὸν Δαίδαλον, καὶ διὰ τὴν εὐφυΐαν καὶ δόξαν ποιήσασθαι φίλον ἐπὶ πλέον.
而代达罗斯从这座岛屿乘船出发,漂流到了西西里的一个地区,统治该地的国王科卡洛斯接纳了代达罗斯,并因其才华与名声而与他结为更亲密的友人。
§4.77.7τινὲς δὲ μυθολογοῦσι, κατὰ τὴν Κρήτην ἔτι Δαιδάλου διατρίβοντος καὶ ὑπὸ τῆς Πασιφάης κρυπτομένου, Μίνωα μὲν τὸν βασιλέα βουλόμενον τιμωρίας ἀξιῶσαι τὸν Δαίδαλον, καὶ μὴ δυνάμενον εὑρεῖν, τά τε πλοῖα πάντα τὰ κατὰ τὴν νῆσον ἐρευνᾶν καὶ χρημάτων πλῆθος ἐπαγγέλλεσθαι δώσειν τῷ τὸν Δαίδαλον ἀνευρόντι.
但也有人讲述这样的神话:当代达罗斯仍滞留在克里特岛并被帕西法厄藏匿时,国王米诺斯想要惩罚代达罗斯却无法找到他,于是搜查了岛上的所有船只,并许诺向找到代达罗斯的人赏赐巨额钱财。
§4.77.8ἐνταῦθα τὸν Δαίδαλον ἀπογνόντα τὸν διὰ τῶν πλοίων δρασμόν, κατασκευάσαι παραδόξως πτέρυγας πεφιλοτεχνημένας καὶ διὰ κηροῦ θαυμαστῶς ἠσκημένας· ἐπιθέντα δὲ ταύτας τῷ τε τοῦ υἱοῦ σώματι καὶ τῷ ἑαυτοῦ παραδόξως ἐκπετασθῆναι καὶ διαδρᾶναι τὸ πλησίον τῆς Κρήτης νήσου πέλαγος.
此时,代达罗斯对通过船只逃跑感到绝望,于是以不可思议的方式制作了工艺精湛并用蜡精妙组装的翅膀;他将这些翅膀安在儿子的身体和自己的身体上,以不可思议的方式飞离,并逃过了紧邻克里特岛的海域。
§4.77.9καὶ τὸν μὲν Ἴκαρον διὰ τὴν νεότητα μετέωρον τὴν πτῆσιν ποιούμενον πεσεῖν εἰς τὸ πέλαγος, τακέντος διὰ τὸν ἥλιον τοῦ συνέχοντος τὰς πτέρυγας κηροῦ, αὐτὸν δὲ παρὰ τὴν θάλατταν πετόμενον καὶ παρʼ ἕκαστον τέγγοντα τὰς πτέρυγας διασωθῆναι παραδόξως εἰς τὴν Σικελίαν.
而伊卡洛斯由于年轻将飞行高度升得太高,因太阳融化了固定翅膀的蜡而坠入海中,但他自己则贴着海面飞行,不时润湿翅膀,奇迹般地平安逃生至西西里。
ἀλλὰ περὶ μὲν τούτων εἰ καὶ παράδοξός ἐστιν ὁ μῦθος, ὅμως ἐκρίναμεν μὴ παραλιπεῖν αὐτόν.
然而,关于这些事情,即使神话是不可思议的,我们仍然决定不予以忽略。