§4.77.1μετὰ δὲ ταῦτα διαδρὰς εἰς Κρήτην, καὶ διὰ τὴν ἐν τῇ τέχνῃ δόξαν θαυμαζόμενος, φίλος ἐγένετο Μίνωος τοῦ βασιλέως.
その後、彼はクレタ島へ逃亡し、その技術における名声ゆえに賞賛され、王ミノスの友となった。
κατὰ δὲ τὸν παραδεδομένον μῦθον Πασιφάης τῆς Μίνωος γυναικὸς ἐρασθείσης τοῦ ταύρου, μηχάνημα ποιήσας ὡμοιωμένον βοΐ συνήργησε τῇ Πασιφάῃ πρὸς τὴν ἐπιθυμίαν.
伝えられる神話によれば、ミノスの妻パシパエが雄牛に恋をしたとき、彼は雌牛に似せた装置を作り、パシパエがその欲望を遂げるのを助けたという。
§4.77.2μυθολογοῦσι γὰρ πρὸ τούτων τῶν χρόνων Μίνωα κατʼ ἐνιαυτὸν συνήθως καθιεροῦν τὸν κάλλιστον τῶν γινομένων ταύρων τῷ Ποσειδῶνι καὶ θύειν τοῦτον τῷ θεῷ·
なぜなら彼らは次のような神話を語るからである。 これらの時代より前に、ミノスは毎年生まれる雄牛のうちで最も美しいものをポセイドンに捧げて、この雄牛を神に犠牲にするのを常としていた。
γενομένου δὲ τότε ταύρου κάλλει διαφέροντος ἕτερον τῶν ἡττόνων ταύρων θῦσαι·
しかし、そのとき美しさにおいて傑出した雄牛が生まれたが、ミノスはそれより劣る雄牛のうちの別のものを犠牲にした。
τὸν δὲ Ποσειδῶνα μηνίσαντα τῷ Μίνῳ ποιῆσαι τὴν γυναῖκα αὐτοῦ Πασιφάην ἐρασθῆναι τοῦ ταύρου.
これに対してポセイドンはミノスに怒り、彼の妻パシパエがその雄牛に恋をするように仕向けたという。
§4.77.3διὰ δὲ τῆς τούτου φιλοτεχνίας τὴν Πασιφάην μιγεῖσαν τῷ ταύρῳ γεννῆσαι τὸν μυθολογούμενον Μινώταυρον.
そして、ダイダロスのこの技術的技巧によって、パシパエはその雄牛と交わり、神話に語られるミノタウロスを産んだという。
τοῦτον δέ φασι διφυῆ γεγονέναι, καὶ τὰ μὲν ἀνώτερα μέρη τοῦ σώματος ἄχρι τῶν ὤμων ἔχειν ταύρου, τὰ δὲ λοιπὰ ἀνθρώπου.
この者は二つの姿(二重の性質)を持っており、身体の肩に至るまでの上部は雄牛のものを、残りの部分は人間のものを持っていたと彼らは言う。
§4.77.4τῷ δὲ τέρατι τούτῳ πρὸς διατροφὴν λέγεται κατασκευάσαι Δαίδαλον λαβύρινθον, τὰς διεξόδους σκολιὰς ἔχοντα καὶ τοῖς ἀπείροις δυσευρέτους, ἐν ᾧ τρεφόμενον τὸν Μινώταυρον τοὺς ἐξ Ἀθηνῶν ἀποστελλομένους ἑπτὰ κόρους καὶ κόρας κατεσθίειν, περὶ ὧν προειρήκαμεν.
そしてこの怪物の飼育のために、ダイダロスが、通路が曲がりくねっていて不慣れな者には出口を見出すのが困難なラビュリントスを建設したと言われている。 その中で飼育されていたミノタウロスが、アテナイから送り出される七人の少年と少女を食い殺していたというが、彼女らについては我々がすでに述べた通りである。
§4.77.5τὸν οὖν Δαίδαλον πυθόμενον τὴν ἀπειλὴν τοῦ Μίνωος διὰ τὴν κατασκευὴν τῆς βοός φασι φοβηθέντα τὴν ὀργὴν τοῦ βασιλέως ἐκ τῆς Κρήτης ἐκπλεῦσαι, συνεργούσης τῆς Πασιφάης καὶ πλοῖον δούσης πρὸς τὸν ἔκπλουν.
そこでダイダロスは、雌牛の製作を理由とするミノスの脅しを知って、王の怒りを恐れ、パシパエの協力を得て、彼女が脱出のための船を与えてくれたことで、クレタ島から船で脱出したと人々は言う。
§4.77.6μετὰ δὲ τούτου τὸν υἱὸν Ἴκαρον φυγόντα κατενεχθῆναι πρός τινα νῆσον πελαγίαν, πρὸς ἣν τὸν Ἴκαρον παραβόλως ἀποβαίνοντα πεσεῖν εἰς θάλατταν καὶ τελευτῆσαι, ἀφʼ οὗ καὶ τὸ πέλαγος Ἰκάριον ὀνομασθῆναι καὶ τὴν νῆσον Ἰκαρίαν κληθῆναι.
彼とともに逃亡した息子のイカロスはある外海の島へと流されたが、その島にイカロスが無謀にも上陸しようとした際、海に落ちて死亡したという。 このことから、その海はイカリア海と名付けられ、島はイカリア島と呼ばれるようになった。
τὸν δὲ Δαίδαλον ἐκ τῆς νήσου ταύτης ἐκπλεύσαντα κατενεχθῆναι τῆς Σικελίας πρὸς χώραν ἧς βασιλεύοντα Κώκαλον ἀναλαβεῖν τὸν Δαίδαλον, καὶ διὰ τὴν εὐφυΐαν καὶ δόξαν ποιήσασθαι φίλον ἐπὶ πλέον.
一方、ダイダロスはこの島から船出し、シケリアの、ある領土へと流着した。 そこを支配していたコカロスがダイダロスを受け入れ、彼の優れた才能と名声のために、彼をいっそう深い友としたという。
§4.77.7τινὲς δὲ μυθολογοῦσι, κατὰ τὴν Κρήτην ἔτι Δαιδάλου διατρίβοντος καὶ ὑπὸ τῆς Πασιφάης κρυπτομένου, Μίνωα μὲν τὸν βασιλέα βουλόμενον τιμωρίας ἀξιῶσαι τὸν Δαίδαλον, καὶ μὴ δυνάμενον εὑρεῖν, τά τε πλοῖα πάντα τὰ κατὰ τὴν νῆσον ἐρευνᾶν καὶ χρημάτων πλῆθος ἐπαγγέλλεσθαι δώσειν τῷ τὸν Δαίδαλον ἀνευρόντι.
しかし、ある人々は次のような神話を語っている。 ダイダロスがまだクレタ島に滞在し、パシパエによって隠されていたとき、王ミノスはダイダロスを処罰することを望んだが、彼を見つけることができず、島中のすべての船を捜索させ、ダイダロスを見つけ出した者に多額の金銭を与えることを約束したという。
§4.77.8ἐνταῦθα τὸν Δαίδαλον ἀπογνόντα τὸν διὰ τῶν πλοίων δρασμόν, κατασκευάσαι παραδόξως πτέρυγας πεφιλοτεχνημένας καὶ διὰ κηροῦ θαυμαστῶς ἠσκημένας·
そこでダイダロスは船による逃亡をあきらめ、驚くべきことに、精巧に作られ蝋で実に見事に整えられた翼を製作した。
ἐπιθέντα δὲ ταύτας τῷ τε τοῦ υἱοῦ σώματι καὶ τῷ ἑαυτοῦ παραδόξως ἐκπετασθῆναι καὶ διαδρᾶναι τὸ πλησίον τῆς Κρήτης νήσου πέλαγος.
そして、これらを息子の身体と自分自身の身体に取り付け、驚くべき仕方で飛び立ち、クレタ島に隣接する海を越えて逃亡したという。
§4.77.9καὶ τὸν μὲν Ἴκαρον διὰ τὴν νεότητα μετέωρον τὴν πτῆσιν ποιούμενον πεσεῖν εἰς τὸ πέλαγος, τακέντος διὰ τὸν ἥλιον τοῦ συνέχοντος τὰς πτέρυγας κηροῦ, αὐτὸν δὲ παρὰ τὴν θάλατταν πετόμενον καὶ παρʼ ἕκαστον τέγγοντα τὰς πτέρυγας διασωθῆναι παραδόξως εἰς τὴν Σικελίαν.
そして、イカロスは若さのゆえに高く飛びすぎて、太陽によって翼をつなぎとめていた蝋が溶けたために海に墜落したが、彼自身は海面の近くを飛び、しばしば翼を濡らしながら、驚くべきことにシケリアへと無事にたどり着いたという。
ἀλλὰ περὶ μὲν τούτων εἰ καὶ παράδοξός ἐστιν ὁ μῦθος, ὅμως ἐκρίναμεν μὴ παραλιπεῖν αὐτόν.
しかし、これらのことについては、たとえその神話が信じがたいものであっても、我々はやはりこれを省略しないでおくことに決めたのである。