Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.76.1-4.76.7

工匠代达罗斯的技艺与杀害侄子塔洛斯

第 312 段,共 406 段 · 希腊语

内容简介

介绍雅典工匠和雕刻家代达罗斯,叙述其卓越的技艺,以及他因嫉妒侄子塔洛斯的才华而将其阴谋杀害并被迫逃亡的经过。

§4.76.1Δαίδαλος ἦν τὸ μὲν γένος Ἀθηναῖος, εἷς τῶν Ἐρεχθειδῶν ὀνομαζόμενος· ἦν γὰρ υἱὸς Μητίονος τοῦ Εὐπαλάμου τοῦ Ἐρεχθέως·
代达罗斯按出身是雅典人,被称为埃里克修斯的后裔之一;因为他是梅提翁之子,梅提翁是欧帕拉摩斯之子,欧帕拉摩斯是埃里克修斯之子。
φύσει δὲ πολὺ τοὺς ἄλλους ἅπαντας ὑπεραίρων ἐζήλωσε τά τε περὶ τὴν τεκτονικὴν τέχνην καὶ τὴν τῶν ἀγαλμάτων κατασκευὴν καὶ λιθουργίαν.
他天生远远超越其他所有人,热心致力于木工作业、雕像制作以及石雕手艺。
εὑρετὴς δὲ γενόμενος πολλῶν τῶν συνεργούντων εἰς τὴν τέχνην, κατεσκεύασεν ἔργα θαυμαζόμενα κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης.
他发明了许多辅助手艺的工具,在人居世界的许多地方制作了令人赞叹的作品。
§4.76.2κατὰ δὲ τὴν τῶν ἀγαλμάτων κατασκευὴν τοσοῦτο τῶν ἁπάντων ἀνθρώπων διήνεγκεν ὥστε τοὺς μεταγενεστέρους μυθολογῆσαι περὶ αὐτοῦ διότι τὰ κατασκευαζόμενα τῶν ἀγαλμάτων ὁμοιότατα τοῖς ἐμψύχοις ὑπάρχει· βλέπειν τε γὰρ αὐτὰ καὶ περιπατεῖν, καὶ καθόλου τηρεῖν τὴν τοῦ ὅλου σώματος διάθεσιν, ὥστε δοκεῖν εἶναι τὸ κατασκευασθὲν ἔμψυχον ζῷον.
在雕像制作方面,他远远超越了所有人,以至于后世关于他流传着这样的神话:他所制作的雕像是如此逼真,与有生命之物极其相似;因为它们能看、能走,并且大体上保持着整个身体的姿势,从而使制作出来的东西看起来像是有生命的活物。
§4.76.3πρῶτος δʼ ὀμματώσας καὶ διαβεβηκότα τὰ σκέλη ποιήσας, ἔτι δὲ τὰς χεῖρας διατεταμένας ποιῶν, εἰκότως ἐθαυμάζετο παρὰ τοῖς ἀνθρώποις· οἱ γὰρ πρὸ τούτου τεχνῖται κατεσκεύαζον τὰ ἀγάλματα τοῖς μὲν ὄμμασι μεμυκότα, τὰς δὲ χεῖρας ἔχοντα καθειμένας καὶ ταῖς πλευραῖς κεκολλημένας.
他第一个为雕像开眼、使双腿呈迈步状,并且使双手呈伸展状,因此自然受到了人们的赞赏;因为在他之前的匠人们制作的雕像眼睛闭着,双手下垂并紧贴在身体两侧。
§4.76.4ὁ δʼ οὖν Δαίδαλος κατὰ τὴν φιλοτεχνίαν θαυμαζόμενος ἔφυγεν ἐκ τῆς πατρίδος, καταδικασθεὶς ἐπὶ φόνῳ διὰ τοιαύτας αἰτίας.
总之,代达罗斯虽因其精湛的技艺而受到赞赏,却因以下原因被判谋杀罪而逃离了祖国。
τῆς ἀδελφῆς τῆς Δαιδάλου γενόμενος υἱὸς Τάλως ἐπαιδεύετο παρὰ Δαιδάλῳ, παῖς ὢν τὴν ἡλικίαν· §4.76.5εὐφυέστερος δʼ ὢν τοῦ διδασκάλου τόν τε κεραμευτικὸν τροχὸν εὗρε καὶ σιαγόνι περιτυχὼν ὄφεως, καὶ ταύτῃ ξυλήφιον μικρὸν διαπρίσας, ἐμιμήσατο τὴν τραχύτητα τῶν ὀδόντων· διόπερ κατασκευασάμενος ἐκ σιδήρου πρίονα, καὶ διὰ τούτου πρίζων τὴν ἐν τοῖς ἔργοις ξυλίνην ὕλην, ἔδοξεν εὔχρηστον εὑρηκέναι μέγα πρὸς τὴν τεκτονικὴν τέχνην.
代达罗斯姐姐的儿子塔洛斯在代达罗斯门下接受教育,当时年纪还只是个孩子;他比老师更有天赋,不仅发明了陶工旋盘,而且偶然发现了一条蛇的下颌骨,并用它锯断了一小块木头,模仿了牙齿的粗糙感;因此,他用铁制作了锯子,并用它来锯断工作中的木料,被认为发明了对木工手艺非常有用的重大工具。
ὁμοίως δὲ καὶ τὸν τόρνον εὑρὼν καὶ ἕτερά τινα φιλοτεχνήματα, §4.76.6δόξαν ἀπηνέγκατο μεγάλην.
同样,他也发明了车床和其他一些巧妙的工艺品,并赢得了极大的名声。
ὁ δὲ Δαίδαλος φθονήσας τῷ παιδί, καὶ νομίζων αὐτὸν πολὺ τῇ δόξῃ προέξειν τοῦ διδασκάλου, τὸν παῖδα ἐδολοφόνησε.
然而代达罗斯嫉妒这个孩子,认为他在名声上将远远超过老师,于是阴谋杀害了那个孩子。
θάπτων δʼ αὐτὸν καὶ περικατάληπτος γενόμενος, ἐπηρωτήθη τίνα θάπτει, καὶ ἔφησεν ὄφιν καταχωννύειν.
他在埋葬孩子时被当场发现,被问及在埋葬谁时,他说是把一条蛇埋进土里。
θαυμάσαι δʼ ἄν τις τὸ παράδοξον, ὅτι διὰ τὸ ζῷον ἐξ οὗ τοῦ πρίονος ἐνεθυμήθη τὴν κατασκευήν, διὰ τούτου καὶ τοῦ φόνου τὴν ἐπίγνωσιν συνέβη γενέσθαι.
人们或许会对这一奇妙的悖论感到惊异:正是通过那条启发他想到制作锯子的动物,谋杀案的败露也因而发生。
§4.76.7κατηγορηθεὶς δὲ καὶ καταδικασθεὶς ὑπὸ τῶν Ἀρεοπαγιτῶν φόνου, τὸ μὲν πρῶτον ἔφυγεν εἰς ἕνα τῶν κατὰ τὴν Ἀττικὴν δήμων, ἐν ᾧ τοὺς κατοικοῦντας ἀπʼ ἐκείνου Δαιδαλίδας ὀνομασθῆναι.
被阿雷奥帕古斯法官们指控并判处谋杀罪后,他起初逃到了阿提卡地区的一个德莫斯,那里的居民因他而被称为代达里达人。

词汇与语法注释

  1. 4.76.2βλέπειν τε γὰρ αὐτὰ καὶ περιπατεῖν — 不定式 βλέπειν、περιπατεῖν 和 τηρεῖν 属于间接引语,依赖于前文表示叙述的动词 μυθολογῆσαι(或对由 διότι 引导的神话内容进行后续补充说明)。宾格代词 αὐτά(雕像)作为这些不定式的逻辑主语。
  2. 4.76.6διὰ τὸ ζῷον ἐξ οὗ τοῦ πρίονος ἐνεθυμήθη τὴν κατασκευήν, διὰ τούτου — 这是一个为了强调而采用的冗余结构:首先引入 διὰ τὸ ζῷον(通过该动物),随后是关系从句 ἐξ οὗ...(正是从它那里[想到了锯子的制作]),接着在主句中以 διὰ τούτου(通过它)进行复指。这种双重介词短语强调了蛇在锯子的发明和谋杀案的败露中所起到的双重而具有悖论性的作用。
  3. 4.76.7ἐν ᾧ τοὺς κατοικοῦντας ἀπʼ ἐκείνου Δαιδαλίδας ὀνομασθῆναι — 不定式 ὀνομασθῆναι(不定过去时被动语态)被用于关系从句 ἐν ᾧ 中,而非直陈语气动词。这反映了间接引语的延续(传闻:“据说……”),或者是用于历史叙事中以表明历史结果的不定式。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.76.1-4.76.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.76.1-4.76.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。