§4.76.1Δαίδαλος ἦν τὸ μὲν γένος Ἀθηναῖος, εἷς τῶν Ἐρεχθειδῶν ὀνομαζόμενος·
ダイダロスは生まれはアテナイ人であり、エレクテウスの末裔の一人と呼ばれていた。
ἦν γὰρ υἱὸς Μητίονος τοῦ Εὐπαλάμου τοῦ Ἐρεχθέως·
というのも、彼はエレクテウスの息子エウパラモスの、その息子メティオンの息子であったからである。
φύσει δὲ πολὺ τοὺς ἄλλους ἅπαντας ὑπεραίρων ἐζήλωσε τά τε περὶ τὴν τεκτονικὴν τέχνην καὶ τὴν τῶν ἀγαλμάτων κατασκευὴν καὶ λιθουργίαν.
彼は生まれつき他のすべての人々をはるかに凌駕しており、大工の技術、彫像の製作、および石彫の技術に熱心に取り組んだ。
εὑρετὴς δὲ γενόμενος πολλῶν τῶν συνεργούντων εἰς τὴν τέχνην, κατεσκεύασεν ἔργα θαυμαζόμενα κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης.
彼はその技術に寄与する多くの道具の発明者となり、居住世界の多くの場所で賞賛される作品を製作した。
§4.76.2κατὰ δὲ τὴν τῶν ἀγαλμάτων κατασκευὴν τοσοῦτο τῶν ἁπάντων ἀνθρώπων διήνεγκεν ὥστε τοὺς μεταγενεστέρους μυθολογῆσαι περὶ αὐτοῦ διότι τὰ κατασκευαζόμενα τῶν ἀγαλμάτων ὁμοιότατα τοῖς ἐμψύχοις ὑπάρχει·
彫像の製作においては、他のすべての人々より大いに抜きん出ていたため、後世の人々は彼について、彼が製作した彫像は生きているものに極めて酷似しているという神話を語るほどであった。
βλέπειν τε γὰρ αὐτὰ καὶ περιπατεῖν, καὶ καθόλου τηρεῖν τὴν τοῦ ὅλου σώματος διάθεσιν, ὥστε δοκεῖν εἶναι τὸ κατασκευασθὲν ἔμψυχον ζῷον.
実際、それらの彫像は目が見え、歩き、概して身体全体の姿勢を保っており、そのために製作されたものが命ある生き物であるかのように思われた。
§4.76.3πρῶτος δʼ ὀμματώσας καὶ διαβεβηκότα τὰ σκέλη ποιήσας, ἔτι δὲ τὰς χεῖρας διατεταμένας ποιῶν, εἰκότως ἐθαυμάζετο παρὰ τοῖς ἀνθρώποις·
彼が最初に彫像に目を与え、両脚を一歩踏み出した形にし、さらに両手を広げた形にしたため、人々から賞賛されたのは当然であった。
οἱ γὰρ πρὸ τούτου τεχνῖται κατεσκεύαζον τὰ ἀγάλματα τοῖς μὲν ὄμμασι μεμυκότα, τὰς δὲ χεῖρας ἔχοντα καθειμένας καὶ ταῖς πλευραῖς κεκολλημένας.
なぜなら、彼以前の職人たちは、彫像の目を閉じさせ、両手を下ろして体側に密着した形で製作していたからである。
§4.76.4ὁ δʼ οὖν Δαίδαλος κατὰ τὴν φιλοτεχνίαν θαυμαζόμενος ἔφυγεν ἐκ τῆς πατρίδος, καταδικασθεὶς ἐπὶ φόνῳ διὰ τοιαύτας αἰτίας.
ともあれ、このダイダロスは、その芸術への愛によって賞賛されていたが、次のような理由から殺人の罪で有罪判決を受け、祖国から亡命した。
τῆς ἀδελφῆς τῆς Δαιδάλου γενόμενος υἱὸς Τάλως ἐπαιδεύετο παρὰ Δαιδάλῳ, παῖς ὢν τὴν ἡλικίαν·
ダイダロスの姉妹の息子として生まれたタロスは、年齢としてはまだ少年であったが、ダイダロスのもとで教えを受けていた。
§4.76.5εὐφυέστερος δʼ ὢν τοῦ διδασκάλου τόν τε κεραμευτικὸν τροχὸν εὗρε καὶ σιαγόνι περιτυχὼν ὄφεως, καὶ ταύτῃ ξυλήφιον μικρὸν διαπρίσας, ἐμιμήσατο τὴν τραχύτητα τῶν ὀδόντων·
彼は師よりも才能に恵まれており、陶工のろくろを発明し、また蛇の顎の骨を偶然見つけて、それを使って小さな木切れを挽き切り、その歯のぎざぎざを模倣した。
διόπερ κατασκευασάμενος ἐκ σιδήρου πρίονα, καὶ διὰ τούτου πρίζων τὴν ἐν τοῖς ἔργοις ξυλίνην ὕλην, ἔδοξεν εὔχρηστον εὑρηκέναι μέγα πρὸς τὴν τεκτονικὴν τέχνην.
そのため、彼は鉄で鋸を作り、これを用いて作業における木材を挽き切ることで、大工の技術にとって非常に有用なものを発明したと考えられた。
ὁμοίως δὲ καὶ τὸν τόρνον εὑρὼν καὶ ἕτερά τινα φιλοτεχνήματα, §4.76.6δόξαν ἀπηνέγκατο μεγάλην.
同様に、彼は旋盤やその他のいくつかの優れた技術的発明品を発見し、大きな名声を博した。
ὁ δὲ Δαίδαλος φθονήσας τῷ παιδί, καὶ νομίζων αὐτὸν πολὺ τῇ δόξῃ προέξειν τοῦ διδασκάλου, τὸν παῖδα ἐδολοφόνησε.
しかし、ダイダロスはその少年に嫉妬し、彼が名声において師をはるかに凌駕するだろうと考えて、その少年を謀殺した。
θάπτων δʼ αὐτὸν καὶ περικατάληπτος γενόμενος, ἐπηρωτήθη τίνα θάπτει, καὶ ἔφησεν ὄφιν καταχωννύειν.
彼を埋葬しているときに、現行犯で押さえられそうになり、誰を埋葬しているのかと問われると、蛇を埋めて埋め隠しているのだと言った。
θαυμάσαι δʼ ἄν τις τὸ παράδοξον, ὅτι διὰ τὸ ζῷον ἐξ οὗ τοῦ πρίονος ἐνεθυμήθη τὴν κατασκευήν, διὰ τούτου καὶ τοῦ φόνου τὴν ἐπίγνωσιν συνέβη γενέσθαι.
ここで奇妙な逆説に驚かされるかもしれない。 というのは、鋸の製作を思いつくきっかけとなったその動物を通じて、殺人の露見も起こることになったからである。
§4.76.7κατηγορηθεὶς δὲ καὶ καταδικασθεὶς ὑπὸ τῶν Ἀρεοπαγιτῶν φόνου, τὸ μὲν πρῶτον ἔφυγεν εἰς ἕνα τῶν κατὰ τὴν Ἀττικὴν δήμων, ἐν ᾧ τοὺς κατοικοῦντας ἀπʼ ἐκείνου Δαιδαλίδας ὀνομασθῆναι.
アレオパゴスの裁判官たちによって告発され、殺人の有罪判決を受けた彼は、最初はアッティカのデモスのうちの一つに逃亡し、そこでは住民たちが彼にちなんでダイダリダイと名付けられた。