§4.76.1Δαίδαλος ἦν τὸ μὲν γένος Ἀθηναῖος, εἷς τῶν Ἐρεχθειδῶν ὀνομαζόμενος· ἦν γὰρ υἱὸς Μητίονος τοῦ Εὐπαλάμου τοῦ Ἐρεχθέως·
Daedalus was by birth an Athenian, being called one of the Erechtheids; for he was the son of Metion, the son of Eupalamus, the son of Erechtheus.
φύσει δὲ πολὺ τοὺς ἄλλους ἅπαντας ὑπεραίρων ἐζήλωσε τά τε περὶ τὴν τεκτονικὴν τέχνην καὶ τὴν τῶν ἀγαλμάτων κατασκευὴν καὶ λιθουργίαν.
Excelling by nature all other men by far, he applied himself zealously to the craft of carpentry, the making of statues, and stone-working.
εὑρετὴς δὲ γενόμενος πολλῶν τῶν συνεργούντων εἰς τὴν τέχνην, κατεσκεύασεν ἔργα θαυμαζόμενα κατὰ πολλοὺς τόπους τῆς οἰκουμένης.
Having become the inventor of many tools that assist in the craft, he fashioned works that were admired in many places of the inhabited world.
§4.76.2κατὰ δὲ τὴν τῶν ἀγαλμάτων κατασκευὴν τοσοῦτο τῶν ἁπάντων ἀνθρώπων διήνεγκεν ὥστε τοὺς μεταγενεστέρους μυθολογῆσαι περὶ αὐτοῦ διότι τὰ κατασκευαζόμενα τῶν ἀγαλμάτων ὁμοιότατα τοῖς ἐμψύχοις ὑπάρχει· βλέπειν τε γὰρ αὐτὰ καὶ περιπατεῖν, καὶ καθόλου τηρεῖν τὴν τοῦ ὅλου σώματος διάθεσιν, ὥστε δοκεῖν εἶναι τὸ κατασκευασθὲν ἔμψυχον ζῷον.
In the making of statues, he so far excelled all men that later generations fabricated a myth about him, to the effect that the statues he fashioned were very like living beings; for they could see and walk, and in general maintain the disposition of the entire body, so that the fashioned object seemed to be a living creature.
§4.76.3πρῶτος δʼ ὀμματώσας καὶ διαβεβηκότα τὰ σκέλη ποιήσας, ἔτι δὲ τὰς χεῖρας διατεταμένας ποιῶν, εἰκότως ἐθαυμάζετο παρὰ τοῖς ἀνθρώποις· οἱ γὰρ πρὸ τούτου τεχνῖται κατεσκεύαζον τὰ ἀγάλματα τοῖς μὲν ὄμμασι μεμυκότα, τὰς δὲ χεῖρας ἔχοντα καθειμένας καὶ ταῖς πλευραῖς κεκολλημένας.
Since he was the first to give them eyes and make their legs stride forward, and moreover to represent their hands as stretched out, he was naturally admired among men; for the craftsmen before him used to fashion statues with their eyes closed and their hands hanging down and glued to their sides.
§4.76.4ὁ δʼ οὖν Δαίδαλος κατὰ τὴν φιλοτεχνίαν θαυμαζόμενος ἔφυγεν ἐκ τῆς πατρίδος, καταδικασθεὶς ἐπὶ φόνῳ διὰ τοιαύτας αἰτίας.
At all events, Daedalus, though admired for his artistic skill, fled from his native land, having been condemned for murder for the following reasons.
τῆς ἀδελφῆς τῆς Δαιδάλου γενόμενος υἱὸς Τάλως ἐπαιδεύετο παρὰ Δαιδάλῳ, παῖς ὢν τὴν ἡλικίαν· §4.76.5εὐφυέστερος δʼ ὢν τοῦ διδασκάλου τόν τε κεραμευτικὸν τροχὸν εὗρε καὶ σιαγόνι περιτυχὼν ὄφεως, καὶ ταύτῃ ξυλήφιον μικρὸν διαπρίσας, ἐμιμήσατο τὴν τραχύτητα τῶν ὀδόντων· διόπερ κατασκευασάμενος ἐκ σιδήρου πρίονα, καὶ διὰ τούτου πρίζων τὴν ἐν τοῖς ἔργοις ξυλίνην ὕλην, ἔδοξεν εὔχρηστον εὑρηκέναι μέγα πρὸς τὴν τεκτονικὴν τέχνην.
Talos, a son of Daedalus' sister, was being educated under Daedalus, being still a boy in age; but being more gifted than his teacher, he invented the potter's wheel, and happening upon the jawbone of a snake and using this to saw through a small piece of wood, he imitated the roughness of the teeth; therefore, having fashioned a saw out of iron and sawing with this the wooden material in his works, he was thought to have discovered something of great utility for the craft of carpentry.
ὁμοίως δὲ καὶ τὸν τόρνον εὑρὼν καὶ ἕτερά τινα φιλοτεχνήματα, §4.76.6δόξαν ἀπηνέγκατο μεγάλην.
Similarly, having also invented the lathe and certain other artistic devices, he won great fame.
ὁ δὲ Δαίδαλος φθονήσας τῷ παιδί, καὶ νομίζων αὐτὸν πολὺ τῇ δόξῃ προέξειν τοῦ διδασκάλου, τὸν παῖδα ἐδολοφόνησε.
But Daedalus, begrudging the boy and believing that he would far surpass his teacher in fame, murdered the boy by treachery.
θάπτων δʼ αὐτὸν καὶ περικατάληπτος γενόμενος, ἐπηρωτήθη τίνα θάπτει, καὶ ἔφησεν ὄφιν καταχωννύειν.
While burying him and being caught in the act, he was asked whom he was burying, and said he was burying a snake.
θαυμάσαι δʼ ἄν τις τὸ παράδοξον, ὅτι διὰ τὸ ζῷον ἐξ οὗ τοῦ πρίονος ἐνεθυμήθη τὴν κατασκευήν, διὰ τούτου καὶ τοῦ φόνου τὴν ἐπίγνωσιν συνέβη γενέσθαι.
One might well marvel at the paradox that, through the very animal from which he conceived the fashioning of the saw, through this very animal the discovery of the murder also came to pass.
§4.76.7κατηγορηθεὶς δὲ καὶ καταδικασθεὶς ὑπὸ τῶν Ἀρεοπαγιτῶν φόνου, τὸ μὲν πρῶτον ἔφυγεν εἰς ἕνα τῶν κατὰ τὴν Ἀττικὴν δήμων, ἐν ᾧ τοὺς κατοικοῦντας ἀπʼ ἐκείνου Δαιδαλίδας ὀνομασθῆναι.
Having been accused and condemned for murder by the Areopagites, he fled at first to one of the demes in Attica, where the inhabitants were named Daedalidae after him.