Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.75.1-4.75.6

从提克洛斯开始的特洛伊王室世系

第 311 段,共 406 段 · 希腊语

内容简介

本段详细叙述了特洛伊王室的谱系,从最早的国王提克洛斯开始,经伊洛斯、阿萨拉科斯和甘尼美德等世代,直至赫克托耳和埃涅阿斯的诞生。随后,作者预告将转入代达罗斯和米诺陶洛斯的故事。

§4.75.1τῆς Τρῳάδος χώρας πρῶτος ἐβασίλευσε Τεῦκρος, υἱὸς ὢν Σκαμάνδρου τοῦ ποταμοῦ καὶ Ἰδαίας νύμφης, ἀνὴρ ἐπιφανής, καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Τεύκρους προσηγόρευσε.
提克洛斯是第一个统治特洛伊地区的人;他是斯卡曼德洛斯河和仙女伊代娅的儿子,是一个杰出的人物,他以自己的名字将这里的子民命名为提克洛斯人。
Τεύκρου δʼ ἐγένετο θυγάτηρ Βάτεια· ταύτην δὲ Δάρδανος ὁ Διὸς γήμας, καὶ τὴν βασιλείαν διαδεξάμενος, τοὺς μὲν λαοὺς ἀφʼ ἑαυτοῦ ὠνόμασε Δαρδάνους, πόλιν δʼ οἰκίσας ἐπὶ θαλάττης ὠνόμασεν ἀφʼ ἑαυτοῦ Δάρδανον.
提克洛斯生了一个女儿巴提亚;宙斯之子达耳达诺斯娶了她,并继承了王位,他以自己的名字将子民命名为达耳达诺斯人,并在海边建立了一座城市,以自己的名字命名为达耳达诺斯。
§4.75.2τούτου δʼ Ἐριχθόνιος υἱὸς γενόμενος εὐδαιμονίᾳ καὶ πλούτῳ πολὺ διήνεγκε· περὶ οὗ καὶ ὁ ποιητὴς Ὅμηρός φησι, "ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο.
他的儿子埃里克托尼奥斯在幸福和财富上大为杰出;关于他,诗人荷马也说道, “他确实是凡人中最富有的;他的三千匹牝马在沼泽地里放牧。
" §4.75.3Ἐριχθονίου δʼ υἱὸς γενόμενος Τρὼς τοὺς λαοὺς ὠνόμασεν ἀφʼ ἑαυτοῦ Τρῶας.
” 埃里克托尼奥斯生子特洛斯,特洛斯以自己的名字将子民命名为特洛伊人。
τούτου δʼ ἐγένοντο τρεῖς υἱοί, Ἶλος, Ἀσσάρακος, Γανυμήδης.
特洛斯生了三个儿子,伊洛斯、阿萨拉科斯和甘尼美德。
Ἶλος μὲν οὖν ᾤκισεν ἐν πεδίῳ πόλιν ἐπιφανεστάτην τῶν ἐν τῇ Τρῳάδι, Ἴλιον ἀφʼ ἑαυτοῦ θέμενος τὴν προσηγορίαν.
于是伊洛斯在平原上建立了一座特洛伊地区最著名的城市,并以自己的名字命名为伊利翁。
§4.75.4Ἴλου δὲ γενόμενος υἱὸς Λαομέδων Τιθωνὸν καὶ Πρίαμον ἐγέννησεν· ὧν Τιθωνὸς μὲν στρατεύσας εἰς τὰ πρὸς ἕω μέρη τῆς Ἀσίας καὶ διατείνας ἕως Αἰθιοπίας ἐμυθολογήθη ἐξ Ἠοῦς τεκνῶσαι Μέμνονα τὸν τοῖς Τρωσὶ βοηθήσαντα καὶ ὑπʼ Ἀχιλλέως ἀναιρεθέντα, Πρίαμος δʼ Ἑκάβην γήμας σὺν ἄλλοις πλείοσιν υἱοῖς ἐγέννησεν Ἕκτορα τὸν ἐπισημόντατον γενόμενον ἐν τῷ Τρωικῷ πολέμῳ.
伊洛斯生子拉奥墨冬,拉奥墨冬生提托诺斯和普里阿摩斯;其中提托诺斯出兵亚洲东部地区,并延伸直至埃塞俄比亚,在神话中被传为与黎明女神生下了门农,即那位援助特洛伊人并被阿喀琉斯杀害的人;而普里阿摩斯娶了赫卡柏,与其他多位儿子一起生下了赫克托耳,后者成为了特洛伊战争中最著名的人物。
§4.75.5Ἀσσάρακος δὲ Δαρδάνων βασιλεύσας Κάπυν ἐγέννησεν, ἐξ οὗ τεκνωθεὶς Ἀγχίσης ἐξ Ἀφροδίτης Αἰνείαν ἐγέννησε τὸν ἐπιφανέστατον τῶν Τρώων.
阿萨拉科斯统治了达耳达诺斯人,生子卡皮斯,卡皮斯生下安喀塞斯,安喀塞斯与阿佛洛狄忒生下了埃涅阿斯,他是特洛伊人中最杰出的一位。
Γανυμήδης δὲ τῶν ἁπάντων εὐπρεπείᾳ διαφέρων ὑπὸ τῶν θεῶν ἀνηρπάγη τῷ Διὶ οἰνοχοεῖν.
而甘尼美德因其美貌冠绝群芳,被神明劫走为宙斯斟酒。
§4.75.6τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διεξιέναι περὶ Δαιδάλου καὶ Μινωταύρου καὶ τῆς Μίνωος στρατείας εἰς Σικελίαν ἐπὶ Κώκαλον τὸνβασιλέα.
既然我们已经理清了这些事情,接下来我们将尝试详细论述代达罗斯和米诺陶洛斯,以及米诺斯针对科卡洛斯国王而对西西里进行的远征。

词汇与语法注释

  1. §4.75.1ὁ Διὸς — 专有名词属格 `Διὸς` 前冠以冠词 `ὁ`,省略了表示“儿子”的 `υἱός`,意为“宙斯之子”。
  2. §4.75.2τοῦ — 在这段引自荷马史诗(《伊利亚特》第20卷第220-221行)的诗句中,指示代词的属格形式 `τοῦ` 被用作关系代词(史诗方言特征),替代了古典时期的关系代词 `οὗ`。
  3. §4.75.4ἐμυθολογήθη ... τεκνῶσαι — 被动动词与不定式连用的个人结构(主格与不定式构文),主语 `Τιθωνὸς` 同时作为被动动词和不定式的主语,意为“提托诺斯在神话中被传为生育了……”。
  4. §4.75.5οἰνοχοεῖν — 依附于动词 `ἀνηρπάγη`(被劫走)的表示目的的不定式,用以表达他被劫走的目的,即“(为宙斯)斟酒”。
  5. §4.75.6τούτων δʼ ἡμῖν διευκρινημένων — 属格绝对分词结构,其中被动分词 `διευκρινημένων` 伴有表示施动者的与格 `ἡμῖν`(“被我们”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.75.1-4.75.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.75.1-4.75.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。