§4.74.1ἐπεὶ δὲ Πέλοπος ἐμνήσθημεν, ἀναγκαῖόν ἐστι καὶ περὶ τοῦ πατρὸς αὐτοῦ Ταντάλου διελθεῖν, ἵνα μηδὲν τῶν ἀκοῆς ἀξίων παραλίπωμεν.
既然我们提到了佩洛普斯,就有必要也论述他的父亲坦塔罗斯,以免遗漏任何值得一听的事情。
Τάνταλος Διὸς μὲν ἦν υἱός, πλούτῳ δὲ καὶ δόξῃ διαφέρων κατῴκει τῆς Ἀσίας περὶ τὴν νῦν ὀνομαζομένην Παφλαγονίαν.
坦塔罗斯是宙斯之子,因财富和名望超群,居住在亚洲如今被称为帕弗拉戈尼亚的地区。
διὰ δὲ τὴν ἀπὸ τοῦ πατρὸς Διὸς εὐγένειαν, ὥς φασι, φίλος ἐγένετο τῶν θεῶν ἐπὶ πλέον.
据说,由于他来自父亲宙斯的高贵出身,他成为了神明们格外亲密的朋友。
§4.74.2ὕστερον δὲ τὴν εὐτυχίαν οὐ φέρων ἀνθρωπίνως, καὶ μετασχὼν κοινῆς τραπέζης καὶ πάσης παρρησίας, ἀπήγγελλε τοῖς ἀνθρώποις τὰ παρὰ τοῖς ἀθανάτοις ἀπόρρητα.
但后来,他无法以人类应有的态度承受自己的幸运,在共享了神明的餐桌和一切畅所言的特权之后,他向人类泄露了不死之神中间的秘密。
διʼ ἣν αἰτίαν καὶ ζῶν ἐκολάσθη καὶ τελευτήσας αἰωνίου κατὰ τοὺς μύθους τιμωρίας ἠξιώθη, καταταχθεὶς εἰς τοὺς ἀσεβεῖς.
由于这个原因,他在活着的时候受到惩罚,死后根据神话也受到了应得的惩罚,被列入不敬神者的行列中,承受永恒的惩罚。
§4.74.3τούτου δʼ ἐγένετο Πέλοψ υἱὸς καὶ Νιόβη θυγάτηρ· αὕτη δʼ ἐγέννησεν υἱοὺς ἑπτὰ καὶ θυγατέρας τὰς ἴσας.
他生了儿子佩洛普斯和女儿尼俄伯;而后者生育了七个儿子和同样数量的女儿。
ἐπὶ δὲ τῷ πλήθει τῶν τέκνων μέγα φρυαττομένη πλεονάκις ἐκαυχᾶτο καὶ τῆς Λητοῦς ἑαυτὴν εὐτεκνοτέραν ἀπεφαίνετο.
由于孩子众多,她极其自负,屡次自夸,并声称自己比勒托更有子福。
εἶθʼ ἡ μὲν Λητὼ κατὰ τοὺς μύθους χολωσαμένη προσέταξε τῷ μὲν Ἀπόλλωνι κατατοξεῦσαι τοὺς υἱοὺς τῆς Νιόβης, τῇ δʼ Ἀρτέμιδι τὰς θυγατέρας.
因此,根据神话,勒托大怒,命令阿波罗射杀尼俄伯的儿子们,命令阿耳忒弥斯射杀她的女儿们。
τούτων δʼ ὑπακουσάντων τῇ μητρὶ καὶ κατὰ τὸν αὐτὸν καιρὸν κατατοξευσάντων τὰ τέκνα τῆς Νιόβης, συνέβη τὴν προειρημένην ὑφʼ ἕνα καιρὸν ὀξέως ἅμα εὔτεκνον καὶ ἄτεκνον γενέσθαι.
由于这两位神明听从了母亲,并在同一时间射杀了尼俄伯的孩子们,导致上述女子在同一个瞬间,突然同时从子孙满堂变成了孤苦无嗣。
§4.74.4ἐπεὶ δὲ ὁ Τάνταλος μισηθεὶς ὑπὸ τῶν θεῶν ἐξέπεσεν ἐκ τῆς Παφλαγονίας ὑπὸ Ἴλου τοῦ Τρωός, ἀναγκαῖόν ἐστι καὶ τὰ περὶ τὸν Ἶλον καὶ τοὺς προγόνους αὐτοῦ διελθεῖν.
由于坦塔罗斯被神明憎恨,被特洛伊人伊洛斯驱逐出帕弗拉戈尼亚,因此也有必要论述关于伊洛斯及其祖先的事情。