Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.73.1-4.73.6

俄诺玛俄斯的战车竞赛与佩洛普斯的胜利

第 309 段,共 406 段 · 希腊语

内容简介

俄诺玛俄斯对其女希波达弥亚的求婚者所施加的致命战车比赛,以及佩洛普斯如何通过收买御者米尔提洛斯获得胜利,并最终以自己的名字命名伯罗奔尼撒。

§4.73.1τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Πέλοπος καὶ Ταντάλου καὶ Οἰνομάου· ἀναγκαῖον δὲ τοῖς χρόνοις προσαναδραμόντας ἡμᾶς ἀπʼ ἀρχῆς ἐν κεφαλαίοις ἅπαντα διελθεῖν.
在这些事情被我们阐明之后,我们将尝试论述佩洛普斯、坦塔罗斯和俄诺玛俄斯;我们有必要在时间上溯,从头开始简要地论述一切。
κατὰ γὰρ τὴν Πελοπόννησον ἐν πόλει Πίσῃ Ἄρης Ἁρπίνῃ τῇ Ἀσωποῦ θυγατρὶ μιγεὶς ἐγέννησεν Οἰνόμαον.
因为在伯罗奔尼撒的皮萨市,阿瑞斯与阿索波斯的女儿哈尔皮内结合,生下了俄诺玛俄斯。
§4.73.2οὗτος δὲ θυγατέρα μονογενῆ γεννήσας ὠνόμασεν Ἱπποδάμειαν.
他生了一个独生女,起名叫希波达弥亚。
χρηστηριαζομένῳ δʼ αὐτῷ περὶ τῆς τελευτῆς ἔχρησεν ὁ θεὸς τότε τελευτήσειν αὐτὸν ὅταν ἡ θυγάτηρ Ἱπποδάμεια συνοικήσῃ.
当他为自己的死期求问神谕时,神向他预言,当他的女儿希波达弥亚成婚时,他便会死去。
εὐλαβούμενον οὖν αὐτὸν περὶ τοῦ γάμου τῆς θυγατρὸς κρῖναι ταύτην παρθένον διαφυλάττειν, ὑπολαμβάνοντα μόνως οὕτως ἐκφεύξεσθαι τὸν κίνδυνον.
因此,他对女儿的婚事十分警惕,决定让她保持处女之身,认为只有这样才能逃脱危险。
§4.73.3διόπερ πολλῶν μνηστευομένων τὴν κόρην, ἆθλον προετίθει τοῖς βουλομένοις αὐτὴν γῆμαι τοιοῦτον· ἔδει τὸν μὲν ἡττηθέντα τελευτῆσαι, τὸν δʼ ἐπιτυχόντα γαμεῖν τὴν κόρην.
因此,当有许多人向这姑娘求婚时,他给那些想要娶她的人提出了这样一个考验:失败者必须死,而成功者则娶这姑娘。
ὑπεστήσατο δʼ ἱπποδρομίαν ἀπὸ τῆς Πίσης μέχρι τοῦ κατὰ Κόρινθον Ἰσθμοῦ πρὸς τὸν βωμὸν τοῦ Ποσειδῶνος, τὴν δʼ ἄφεσιν τῶν ἵππων ἐποίησε τοιαύτην.
他设立了从皮萨一直到科林斯地峡波塞冬祭坛的战车比赛,并对马匹的起跑做出了如下规定。
§4.73.4ὁ μὲν Οἰνόμαος ἔθυε κριὸν τῷ Διί, ὁ δὲ μνηστευόμενος ἐξώρμα τέθριππον ἐλαύνων ἅρμα· ἁγισθέντων δὲ τῶν ἱερῶν, τότε ἄρχεσθαι τοῦ δρόμου τὸν Οἰνόμαον καὶ διώκειν τὸν μνηστῆρα, ἔχοντα δόρυ καὶ ἡνίοχον τὸν Μυρτίλον· εἰ δʼ ἐφίκοιτο καταλαβεῖν τὸ διωκόμενον ἅρμα, τύπτειν τῷ δόρατι καὶ διαφθείρειν τὸν μνηστῆρα.
俄诺玛俄斯向宙斯献祭公羊,而求婚者则驾着四马战车出发;当祭礼完成之后,俄诺玛俄斯才开始起跑并追赶求婚者,他手持长矛,并由米尔提洛斯担任其御者;如果他成功追上被追赶的战车,就用长矛刺杀求婚者。
τούτῳ δὲ τῷ τρόπῳ τοὺς ἀεὶ μνηστευομένους καταλαμβάνων διὰ τὴν ὀξύτητα τῶν ἵππων πολλοὺς ἀνῄρει.
他就用这种方法,凭借马匹的迅捷追上了相继而来的求婚者,杀害了许多人。
§4.73.5Πέλοψ δʼ ὁ Ταντάλου καταντήσας εἰς Πῖσαν, καὶ θεασάμενος τὴν Ἱπποδάμειαν, ἐπεθύμησε τοῦ γάμου· φθείρας δὲ τὸν ἡνίοχον τοῦ Οἰνομάου Μυρτίλον, καὶ λαβὼν συνεργὸν πρὸς τὴν νίκην, ἔφθασε παραγενόμενος ἐπὶ τὸν Ἰσθμὸν πρὸς τὸν τοῦ Ποσειδῶνος βωμόν.
坦塔罗斯之子佩洛普斯来到皮萨,见到希波达弥亚后,便渴望这桩婚事;他收买了俄诺玛俄斯的御者米尔提洛斯,并得到了他作为获胜的帮手,从而抢先抵达了地峡的波塞冬祭坛。
§4.73.6ὁ δʼ Οἰνόμαος τὸ λόγιον τετελέσθαι νομίζων, καὶ διὰ τὴν λύπην ἀθυμήσας, αὑτὸν ἐκ τοῦ ζῆν μετέστησε.
俄诺玛俄斯认为神谕已经实现,因悲伤而灰心丧气,便自行了断了生命。
τούτῳ δὲ τῷ τρόπῳ Πέλοψ γήμας τὴν Ἱπποδάμειαν παρέλαβε τὴν ἐν Πίσῃ βασιλείαν, καὶ διὰ τὴν ἀνδρείαν καὶ σύνεσιν ἀεὶ μᾶλλον αὐξόμενος τοὺς πλείστους τῶν κατὰ τὴν Πελοπόννησον οἰκούντων προσηγάγετο, καὶ τὴν χώραν ἀφʼ ἑαυτοῦ Πελοπόννησον προσηγόρευσεν.
通过这种方式,佩洛普斯娶了希波达弥亚,接管了皮萨的王位,并由于自己的勇敢和智慧而日益强大,争取了居住在伯罗奔尼撒的大多数人,并以自己的名字将该地区命名为伯罗奔尼撒。

词汇与语法注释

  1. 4.73.2κρῖναι — 历史不定式(或在间接引语中延续叙述的不定式),其主语为前文的宾格 `αὐτόν`。狄奥多罗斯在叙述神话和传说时,经常使用不定式代替直陈式动词。
  2. 4.73.4ἄρχεσθαι — 间接引语中的不定式,客观地描述了比赛的规则。其主语是宾格的 `τὸν Οἰνόμαον`。
  3. 4.73.5ἔφθασε παραγενόμενος — 动词 `φθάνω`(抢先)与分词 `παραγενόμενος`(抵达)连用的句式,表示“比对方抢先抵达”的意思。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.73.1-4.73.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.73.1-4.73.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。