§4.72.1περὶ μὲν οὖν Ἀσκληπιοῦ καὶ τῶν υἱῶν αὐτοῦτοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν νῦν διέξιμεν.
因此,关于阿斯克勒庇俄斯及其子嗣,我们便满足于已述的内容,现在我们将论述阿索波斯的女儿们以及阿埃科斯所生的儿子们。
Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους ἐγένοντο παῖδες ἄλλοι τε πλείους ἐπώνυμοι ποταμῶν, ἐν οἷς ὑπάρξαι Πηνειὸν καὶ Ἀσωπόν.
根据神话传说,大洋神俄刻阿诺斯与忒提斯生下了许多其他以河流命名的孩子,其中就有佩内奥斯和阿索波斯。
Πηνειὸς μὲν οὖν κατοικήσας περὶ τὴν νῦν οὖσαν Θετταλίαν ἐπώνυμον ἑαυτοῦ τὸν προειρημένον ποταμὸν ἐποίησεν· Ἀσωπὸς δʼ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δʼ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς.
于是,佩内奥斯定居在如今被称为色萨利的地方,使上述河流以自己的名字命名;而阿索波斯定居在弗利乌斯,娶了拉冬之女梅托佩为妻,她生下了两个儿子佩拉斯戈斯和伊斯梅诺斯,以及十二个女儿,即科耳库拉和萨拉米斯,还有埃吉娜、培雷内和克勒奥内,此外还有忒拜、塔纳格拉、塞斯皮亚和阿索皮斯,还有西诺佩,以及奥尔尼亚和哈尔基斯。
§4.72.2τούτων δʼ Ἰσμηνὸς μὲν εἰς Βοιωτίαν ἐλθὼν κατῴκησε περὶ τὸν ποταμὸν τὸν ἀπʼ ἐκείνου τὴν ὁμωνυμίαν λαβόντα, τῶν δὲ θυγατέρων Σινώπη μὲν ὑπὸ Ἀπόλλωνος ἁρπαγεῖσα ἀπηνέχθη πρὸς τοῦτον τὸν τόπον οὗ νῦν ἐστιν ἡ ἀπʼ ἐκείνης ὀνομασθεῖσα πόλις Σινώπη· ἐκ δὲ ταύτης καὶ Ἀπόλλωνος γενόμενος υἱὸς Σύρος ἐβασίλευσε τῶν ἀπʼ ἐκείνου Σύρων ὀνομασθέντων.
这些孩子中,伊斯梅诺斯前往波奥蒂亚,定居在以他命名的那条同名河流附近;而在女儿们中,西诺佩被阿波罗劫持,带到了如今以她命名的西诺佩市所在地;她与阿波罗所生的儿子叙罗斯统治了那些因他而得名的叙利亚人。
§4.72.3Κόρκυρα δʼ ὑπὸ Ποσειδῶνος ἀπηνέχθη εἰς νῆσον τὴν ἀπʼ ἐκείνης Κόρκυραν ὀνομαζομένην· ἐκ ταύτης δὲ καὶ Ποσειδῶνος ἐγένετο Φαίαξ, ἀφʼ οὗ τοὺς Φαίακας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας.
科耳库拉被波塞冬带到了以她命名的科耳库拉岛;她与波塞冬生下了法埃阿斯,由此法埃阿斯人获得了这个称呼。
§4.72.4Φαίακος δʼ ἐγένετο Ἀλκίνοος ὁ τὸν Ὀδυσσέα καταγαγὼν εἰς τὴν Ἰθάκην.
法埃阿斯生下了阿尔基诺奥斯,即送奥德修斯回伊萨卡的那个人。
Σαλαμὶς δʼ ὑπὸ Ποσειδῶνος ἁρπαγεῖσα ἐκομίσθη εἰς τὴν ἀπʼ αὐτῆς νῆσον Σαλαμῖνα προσαγορευθεῖσαν· αὕτη δὲ μιγεῖσα Ποσειδῶνι Κυχρέα ἐγέννησεν, ὃς βασιλεύσας τῆς νήσου ταύτης καὶ γενόμενος ἐπιφανὴς ἀπέκτεινεν ὄφιν ὑπερφυῆ τὸ μέγεθος καὶ λυμαινόμενον τοὺς ἐγχωρίους.
萨拉米斯被波塞冬劫持,带到了以她命名的萨拉米斯岛;她与波塞冬结合,生下了库克柔斯,他成为了该岛的国王并声名显赫,杀死了一条体型巨大、危害当地居民的巨蛇。
§4.72.5Αἴγινα δʼ ἐκ Φλιοῦντος ὑπὸ Διὸς ἁρπαγεῖσα εἰς νῆσον ἀπεκομίσθη τὴν ἀπʼ ἐκείνης Αἴγιναν ὀνομασθεῖσαν, ἐν ταύτῃ δὲ Διὶ μιγεῖσα ἐτέκνωσεν Αἰακόν, ὃς ἐβασίλευσε τῆς νήσου.
埃吉娜被宙斯从弗利乌斯劫持,带到了以她命名的埃吉娜岛,在那里她与宙斯结合,生下了阿埃科斯,阿埃科斯成为了该岛的国王。
§4.72.6τούτου δʼ ἐγένοντο υἱοὶ Πηλεὺς καὶ Τελαμών.
阿埃科斯生下了儿子佩琉斯和特拉蒙。
τούτων δὲ Πηλεὺς δίσκῳ βαλὼν ἀπέκτεινεν ἀκουσίως Φῶκον ὁμοπάτριον ἀδελφόν, ἐξ ἄλλης δὲ μητρὸς γεγενημένον.
其中,佩琉斯在掷铁饼时,无意中杀死了同父异母的兄弟福科斯。
διὰ δὲ τὸν φόνον Πηλεὺς ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἔφυγε τῆς νῦν Θετταλίας καλουμένης εἰς Φθίαν, καὶ καθαρθεὶς ὑπὸ Ἄκτορος τοῦ βασιλέως διεδέξατο τὴν βασιλείαν, ἄπαιδος ὄντος τοῦ Ἄκτορος.
由于这起杀戮,佩琉斯被父亲流放,逃到了如今被称为色萨利的弗提亚,并在受到国王阿克托尔的净化后继承了王位,因为阿克托尔没有子嗣。
ἐκ δὲ Πηλέως καὶ Θέτιδος γενόμενος Ἀχιλλεὺς ἐστράτευσε μετʼ Ἀγαμέμνονος εἰς Τροίαν.
由佩琉斯和忒提斯所生的阿基琉斯随同阿伽门农远征特洛伊。
§4.72.7Τελαμὼν δὲ φυγὼν ἐξ Αἰγίνης κατήντησεν εἰς Σαλαμῖνα, καὶ γήμας Κυχρέως τοῦ βασιλέως τῶν Σαλαμινίων θυγατέρα Γλαύκην ἐβασίλευσε τῆς νήσου.
特拉蒙从埃吉娜逃走,抵达萨拉米斯,娶了萨拉米斯国王库克柔斯的女儿格劳刻,并成为了该岛的国王。
τῆς δὲ γυναικὸς Γλαύκης ἀποθανούσης ἔγημεν ἐξ Ἀθηνῶν Ἐρίβοιαν τὴν Ἀλκάθου, ἐξ ἧς ἐγέννησεν Αἴαντα τὸν ἐπὶ Τροίαν στρατεύσαντα.
在妻子格劳刻去世后,他从雅典娶了阿尔卡托奥斯之女埃里玻亚,并与她生下了远征特洛伊的埃阿斯。