Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.71.1-4.71.4

阿斯克勒庇俄斯的医术、死亡及其后裔

第 307 段,共 406 段 · 希腊语

内容简介

记述了阿斯克勒庇俄斯因其卓越的医术使死者复活而激怒宙斯,从而引发涉及阿波罗和独眼巨人的神记冲突,以及他的儿子们在特洛伊战争中的贡献。

§4.71.1τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Ἀσκληπιοῦ καὶ τῶν ἀπογόνων αὐτοῦ.
在我们将这些事情澄清之后,我们将尝试论述阿斯克勒庇俄斯及其后代。
μυθολογοῦσι τοίνυν Ἀσκληπιὸν Ἀπόλλωνος υἱὸν ὑπάρχειν καὶ Κορωνίδος, φύσει δὲ καὶ ἀγχινοίᾳ διενεγκόντα ζηλῶσαι τὴν ἰατρικὴν ἐπιστήμην, καὶ πολλὰ τῶν συντεινόντων πρὸς ὑγίειαν ἀνθρώπων ἐξευρεῖν.
据神话传说,阿斯克勒庇俄斯是阿波罗与科罗尼斯的儿子,他因天资与聪明才智出众而热心钻研医术,并发明了许多有助于人类健康的方法。
ἐπὶ τοσοῦτο δὲ προβῆναι τῇ δόξῃ ὥστε πολλοὺς τῶν ἀπεγνωσμένων ἀρρώστων παραδόξως θεραπεύειν, καὶ διὰ τοῦτο πολλοὺς δοκεῖν τῶν τετελευτηκότων ποιεῖν πάλιν ζῶντας.
他的声誉达到了如此高度,以至于他奇迹般地治好了许多无可救药的病人,并因此被认为使许多死者重新复活。
§4.71.2διὸ καὶ τὸν μὲν Ἅιδην μυθολογοῦσιν ἐγκαλοῦντα τῷ Ἀσκληπιῷ κατηγορίαν αὐτοῦ ποιήσασθαι πρὸς τὸν Δία ὡς τῆς ἐπαρχίας αὐτοῦ ταπεινουμένης· ἐλάττους γὰρ ἀεὶ γίνεσθαι τοὺς τετελευτηκότας, θεραπευομένους ὑπὸ τοῦ Ἀσκληπιοῦ.
因此,神话还传说,哈得斯控告阿斯克勒庇俄斯,向宙斯投诉他,理由是自己的管辖领地受到了削弱;因为由于受到阿斯克勒庇俄斯的医治,死者的人数一直在减少。
§4.71.3καὶ τὸν μὲν Δία παροξυνθέντα κεραυνώσαντα τὸν Ἀσκληπιὸν διαφθεῖραι, τὸν δʼ Ἀπόλλωνα διὰ τὴν ἀναίρεσιν τούτου παροξυνθέντα φονεῦσαι τοὺς τὸν κεραυνὸν τῷ Διὶ κατασκευάσαντας Κύκλωπας· ἐπὶ δὲ τῇ τούτων τελευτῇ παροξυνθέντα τὸν Δία προστάξαι τῷ Ἀπόλλωνι θητεῦσαι παρʼ ἀνθρώπῳ, καὶ ταύτην τιμωρίαν λαβεῖν παρʼ αὐτοῦ τῶν ἐγκλημάτων.
宙斯因此被激怒,用雷电击杀了阿斯克勒庇俄斯,而阿波罗因其子被杀而愤怒,杀死了为宙斯制造雷电的独眼巨人;宙斯对这些人的死感到愤怒,便命令阿波罗在凡人那里做雇工,以此作为对其罪行的惩罚。
§4.71.4Ἀσκληπιοῦ δέ φασι γενομένους υἱοὺς Μαχάονα καὶ Ποδαλείριον, καὶ τὴν τέχνην ἐκπονήσαντας, ἐπὶ Τροίαν συστρατεῦσαι τοῖς περὶ τὸν Ἀγαμέμνονα·
据说,阿斯克勒庇俄斯的儿子马卡翁和波达利里俄斯在学成医术后,随同阿伽门农及其部属一起远征特洛伊。
κατὰ δὲ τὸν πόλεμον μεγάλας χρείας αὐτοὺς παρασχέσθαι τοῖς Ἕλλησι, θεραπεύοντας ἐμπειρότατα τοὺς τιτρωσκομένους, καὶ διὰ τὰς εὐεργεσίας ταύτας ὑπὸ τῶν Ἑλλήνων μεγάλης τυχεῖν δόξης· ἀτελεῖς δʼ αὐτοὺς ἀφεῖναι τῶν κατὰ τὰς μάχας κινδύνων καὶ τῶν ἄλλων λειτουργιῶν διὰ τὴν ὑπερβολὴν τῆς ἐν τῷ θεραπεύειν εὐχρηστίας.
在战争期间,他们通过极其娴熟地治疗伤员,为希腊人提供了极大的帮助,并因这些恩惠而从希腊人那里获得了极大的名望;由于他们在医治方面的作用极其卓越,希腊人免除了他们参加战斗的危险以及其他的公共义务。

词汇与语法注释

  1. §4.71.1διενεγκόντα — 动词 διαφέρω(杰出、优异)的无定过去时主动分词单数阳性宾格,与宾格加不定式结构的主语 Ἀσκληπιόν 一致。在此作状语表示原因,意为“因天资与聪明才智出众”。
  2. §4.71.2ὡς τῆς ἐπαρχίας αὐτοῦ ταπεινουμένης — 连词 ὡς 引导的属格独立结构(τῆς ἐπαρχίας 为主语,ταπεινουμένης 为现在时被动分词),表示控告者(哈得斯)所主张的主观理由(“以他的管辖领地受到削弱为由”)。
  3. §4.71.3διαφθεῖραι — 动词 διαφθείρω 的无定过去时主动不定式。它是依赖于前文 μυθολογοῦσιν(人们在神话中传说)的宾格加不定式结构的一部分。接下来的不定式 φονεῦσαι、προστάξαι 和 λαβεῖν 同样延续了这一间接引语的不定式结构。
  4. §4.71.4ἀτελεῖς δʼ αὐτοὺς ἀφεῖναι — ἀφεῖναι 是 ἀφίημι(免除、释放)的无定过去时主动不定式。其逻辑主语根据上下文为“希腊人(τοὺς Ἕλληνας)”,而宾格的 αὐτούς(阿斯克勒庇俄斯的儿子们)则是其直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.71.1-4.71.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.71.1-4.71.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。